# Interpretatio in xii prophetas minores 81.1680

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1680

ἀληθεῖς δέχεσθε τὰς προῤῥήσεις· καὶ γὰρ καὶ ἡμεῖς δεδιότες ταύτας ὑμῖν προσφέρομεν. Εἰ γὰρ λέων βρυχώμενος ἅπαντας δεδίττεται τοὺς ἀκούοντας, πολλῷ μᾶλλον ἡμεῖς μετὰ δέους, Θεοῦ κελεύοντος, προφητεύομεν. Τοῦτο γὰρ παρεδήλωσε· «Κύριος ὁ Θεὸς ἐλάλησε, καὶ τίς οὐ προφητεύσει; (θʹ.) Ἀναγγείλατε χώραις ἐν Ἀσσυρίοις, καὶ ἐπὶ τὰς χώρας ἐν γῇ Αἰγύπτῳ· καὶ εἴπατε· Συνάχθητε ἐπὶ τὸ ὄρος Σαμαρείας.» Ἐπειδὴ δὲ τοῖς προφητικοῖς ἀπιστεῖτε λόγοις, Ἀσσυρίοις καὶ Αἰγυπτίοις τὰς τολμωμένας παρανομίας ἐν τοῖς τῆς Σαμαρείας ὅροις ἄντικρυς ὑποδείξω. Τὸ γὰρ, «Καὶ ἴδετε πολλὰ θαυμαστὰ ἐν μέσῳ αὐτῆς,» κατ' εἰρωνείαν εἴρηκε· διὸ σαφέστερον τὸν λόγον ποιῶν, ἐπήγαγε· «Καταδυναστεία ἐν αὐτῇ. (ιʹ.) Καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτῆς, λέγει Κύριος· οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν χώραις αὐτῶν.» Ἀδικίαν γὰρ ὅτι πλείστην τολμῶντες καὶ τοὺς πενεστέρους καταδουλούμενοι, συνιδεῖν οὐκ ἠθέλησαν, οἵους ἡ παρανομία φύει καρπούς· ἀλλ' ἐθησαύριζον ἀδικίαν, ταλαιπωρίαν καὶ αἰχμαλωσίαν ἐντεῦθεν θερίζοντες. Ἁρμοδίως δὲ σφόδρα τὸ ἐθησαύριζον τέθεικε, διδάσκων, ὡς Οὐδὲν τῶν ὑφ' ὑμῶν γιγνομένων παραδίδοται λήθῃ, ἀλλ' οἷόν τινι θησαυρῷ, τῇ τοῦ Θεοῦ μνήμῃ καὶ τὰ εὖ καὶ καλῶς γινόμενα καὶ τἀναντία φυλάττεται. ιαʹ. «Διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεός· Τύρος καὶ κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται, καὶ κατάξει ἐκ σοῦ τὴν ἰσχύν σου, καὶ διαρπασθήσονται αἱ χῶραί σου.» Ἀπὸ τῶν εἰς τοὺς περιοίκους γιγνομένων μάθε τὰ κατὰ σοῦ γενησόμενα· οὐ μόνη γὰρ ἡ Τύρος, ἀλλὰ καὶ τὰ κύκλῳ σου ἔθνη σὺν σοὶ ἐρημίᾳ παραδοθήσονται. ιβʹ. «Τάδε λέγει Κύριος· Ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη, ἢ λοβὸν ὠτίου· οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ Ἰσραὴλ, οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι φυλῆς, καὶ ἐν Δαμασκῷ κλινεῖ.» Ὥσπερ γὰρ, φησὶ, λέων ἁρπάσας πρόβατον, καὶ ὅλον καταφαγὼν, μόνα τὰ εἰς βρῶσιν ἄχρηστα καταλιπὼν ἀφίσταται, ἃ λαβεῖν ὁ ποιμὴν ἀναγκάζεται τοῖς τῶν προβάτων ἐπιδεικνὺς κυρίοις, ὡς θηριάλωτον ἐκεῖνο γεγένηται· οὕτως αἱ δέκα φυλαὶ τοῖς Ἀσσυρίοις παραδοθήσονται. Ἐκεῖνοι δὲ μόνοι τὸν ἀνδραποδισμὸν διαφεύξονται, οἳ διὰ τὴν πολλὴν εὐτέλειαν ἢ ἀσθένειαν παρ' ἐκείνων περιοφθήσονται. Ταῦτα δὲ, φησὶ, γενήσεται καὶ τῇ Δαμασκῷ· τοῦτον γὰρ κἀκείνη τὸν ὄλεθρον πείσεται. Τὸ δὲ κατέναντι φυλῆς ἐν μέσῳ κείμενον, παραδηλοῖ ὡς ἡ τοῦ Ἰούδα φυλὴ τέως ἀπείρατος μενεῖ τουτωνὶ τῶν κακῶν.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
