# Interpretatio in xii prophetas minores 81.1681

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1681

Ἐπελθὼν γὰρ τῇ Ἱερουσαλὴμ ὁ Σενναχηρεὶμ μετ' αἰσχύνης ἐπανῆλθε τὴν στρατιὰν ἀπολέσας. Τούτων τοίνυν, φησὶν, ὦ ἱερεῖς ἀκούσαντες, «Ἐπιμαρτύρασθε τῷ οἴκῳ Ἰσραὴλ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ. (ιδʹ, ιεʹ.) Διότι ἐν τῇ ἡμέρᾳ, ὅταν ἐκδικήσω ἀσεβείας τοῦ Ἰσραὴλ ἐπ' αὐτὸν, καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια Βαιθὴλ, καὶ κατασκαφήσεται τὰ κέρατα τοῦ θυσιαστηρίου, καὶ πεσεῖται ἐπὶ τὴν γῆν. Καὶ συντρίψω καὶ πατάξω τὸν οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν θερινὸν, καὶ ἀπολοῦνται οἱ οἶκοι οἱ ἐλεφάντινοι, καὶ ἀφανισθήσονται οἶκοι ἕτεροι πολλοὶ, λέγει Κύριος.» Οὐ γὰρ μόνον, φησὶ, τοὺς λαμπροὺς οἴκους, ἀλλὰ καὶ τοὺς εὐτελεῖς καταλύσω καὶ παραδώσω πυρὶ, καὶ σὺν τοῖς πρὸς χειμῶνα κατεσκευασμένοις, καὶ τοὺς ἀναπεπταμένους καὶ πρὸς θέρος πεποιημένους ἐμπρήσω. Περίπτερον γὰρ τὸν χειμερινὸν καὶ Ἀκύλας, καὶ Σύμμαχος, καὶ Θεοδοτίων ἡρμήνευσαν· οἷον γάρ τισι πτεροῖς, τοῖς πάντοθεν περικειμένοις τοίχοις οἱ τοιοῦτοι τοὺς οἰκήτορας περιθάλπουσι. Κατασκάψω δὲ, φησὶ, καὶ τὰ τῆς Βαιθὴλ θυσιαστήρια, τῆς ἀσεβείας τὰ πρόξενα· καὶ ἐπειδὴ οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες ἐχρῶντο πλείστῃ παρανομίᾳ, εἰκότως καὶ τούτων κατηγορεῖ, καὶ τὸν ὄλεθρον ἀπειλεῖ. ΚΕΦΑΛΑΙΟΝ Δʹ. αʹ. «Ἀκούσατε τὸν λόγον τοῦτον, δαμάλεις τῆς Βασανίτιδος, αἱ ἐν τῷ ὄρει Σαμαρείας, αἱ καταδυναστεύουσαι πτωχοὺς, καὶ καταπατοῦσαι πένητας, αἱ λέγουσαι τοῖς κυρίοις ἑαυτῶν· Ἐπίδοτε ἡμῖν ὅπως πίωμεν.» Δαμάλεις δὲ αὐτὰς τῆς Βασανίτιδος ὀνομάζει, ὡς ἁβροδιαίτους καὶ χλιδῇ παντοδαπῇ κεχρημένας· τοιαῦται γὰρ καὶ τῆς Βασανίτιδος αἱ δαμάλεις, διὰ νομῆς ἀφθονίαν σκιρτῶσαι. Τούτου δὲ χάριν, τά τε τῶν ὑποδεεστέρων ἐσφετερίζοντο, καὶ τοῖς ἀνδράσιν, οἷς κατὰ τὸν θεῖον ὑπετάγησαν νόμον, ἐπιτάττειν οὐ παρῃτοῦντο, καὶ τάξιν ὑπηρετῶν ὑπέχειν ἐκέλευον. Τοιαύτη ἦν καὶ Ἰεζάβελ, ὡς ἀνδραπόδῳ τῷ ἀνδρὶ κεχρημένη. Διὰ ταύτην ὑμῶν τὴν παρανομίαν, βʹ. «Ὀμνύει Κύριος κατὰ τῶν ἁγίων αὑτοῦ, διότι ἰδοὺ ἡμέραι ἔρχονται ἐφ' ὑμᾶς, καὶ λήψονται ὑμᾶς ἐν ὅπλοις, καὶ τοὺς μεθ' ὑμῶν εἰς λέβητας ὑποκαιομένους ἐμβαλοῦσιν ἔμπυροι λοιμοί.» Καὶ ἑρμηνεύων τὸ εἰρημένον, ἐπήγαγε· γʹ. «Καὶ ἐξενεχθήσεσθε γυμνοὶ γυνὴ καὶ ἀνὴρ κατέναντι ἀλλήλων, καὶ ἀποῤῥιφήσεσθε εἰς τὸ ὄρος τὸ Ἁρμανὰ, λέγει Κύριος.» Ἀραρότως, φησὶ, τὴν καθ' ὑμῶν εἰς καιρὸν τιμωρίαν ἐπάξω, καὶ παραδώσω τοῖς πολεμίοις ὑμᾶς, ὥστε τοὺς ἄνδρας ὑμῶν (τούτους γὰρ λέγει τοὺς μεθ' ὑμῶν), λέβησιν ὑποκαιομένοις ἐοικέναι ζηλοτυποῦντας, καὶ τὴν εἰς ὑμᾶς γιγνομένην θεωροῦντας ἀσέλγειαν. Οἷον γὰρ ὑπό

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
