# Interpretatio in xii prophetas minores 81.1684

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1684

τινος φλογὸς πυρπολούμενοι, θυμῷ μὲν κατὰ τῶν ὑμετέρων ἀνδρῶν, λαγνείᾳ δὲ καθ' ὑμῶν χρήσονται, πάσης περιβολῆς ἐστερημένους ἄνδρας καὶ γυναῖκας κατὰ ταὐτὸν ἄγοντες, καὶ εἰς τὸ Ἁρμανὰ ὄρος ἀπάγοντες. Ὁ δὲ Σύμμαχος τὸ Ἁρμανὰ, Ἀρμενίαν ἡρμήνευσεν· ὁ δὲ Θεοδοτίων ὑψηλὸν ὄρος. Τὸ δὲ, Ὤμοσε Κύριος κατὰ τῶν ἁγίων αὑτοῦ, ὁ Σύμμαχος κατὰ τῆς ἁγιωσύνης αὑτοῦ τέθεικε· Τὸν δὲ ὅρκον τῶν εἰρημένων προτέθεικεν, ἀψευδῆ τὴν προφητείαν δεικνύς. Ὑπομενεῖτε δὲ, φησὶ, ταῦτα, ὡς καὶ ἐν Βαιθὴλ, καὶ ἐν Γαλγάλοις, τῇ δυσσεβείᾳ χρησάμενοι, καὶ τριημέρους ἑορτὰς τοῖς εἰδώλοις πανηγυρίζειν τετολμηκότες, καὶ τὰς ὑπ' ἐμοῦ προστεταγμένας δεκάτας τοῖς ἐμοῖς ἱερεῦσι προσφέρεσθαι τοῖς τῆς ἀσεβείας ὑπουργοῖς προσενεγκόντες, καὶ ὁμολογίας τινὰς καὶ συνθήκας πρὸς τὰ εἴδωλα πεποιηκότες, ὡς τοῖς ἐκείνων νόμοις ἀκολουθήσετε. Τοῦτο γὰρ ἐδήλωσεν, εἰρηκώς· εʹ. «Ἀνέγνωσαν ἔξω νόμον, καὶ ἐπεκαλέσαντο ὁμολογίαν.» Νόμον οὐ τὸν θεῖον προσαγορεύων, ἀλλὰ τὸν ὑπὸ τῶν τὰ εἴδωλα θεραπευόντων τεθέντα. Εἶτα λέγειν τῷ προφήτῃ παρακελεύεται, λέγων· «Ἀπαγγείλατε ὅτι ταῦτα ἠγάπησαν οἱ υἱοὶ Ἰσραὴλ, λέγει Κύριος ὁ Θεός.» Οὐ γὰρ ἐν παρέργῳ τὴν τοιαύτην ἐτόλμων ἀσέβειαν, ἀλλὰ διαθέσει θερμῇ καὶ στοργῇ περὶ αὐτὰ κεχρημένοι. ϛʹ. «Καὶ ἐγὼ δώσω ὑμῖν γομφιασμὸν ὀδόντων ἐν πάσαις ταῖς πόλεσιν ὑμῶν, καὶ ἔνδειαν ἄρτων ἐν πᾶσι τοῖς τόποις ὑμῶν, καὶ οὐκ ἐπεστρέψατε πρός με, λέγει Κύριος.» Τὸν δὲ γομφιασμὸν ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων καθαρισμὸν ἡρμηνεύκασι· δηλοῖ δὲ τὸν λιμόν. Τῶν γὰρ μηδαμῶς ἐσθιόντων οὐδὲ λείψανον οἱ ὀδόντες ἐν αὐτοῖς τροφῆς ἐνισχόμενον ἔχουσι. Τοῦ λιμοῦ τοίνυν καὶ τῆς ἐνδείας καταλαβούσης ὑμᾶς, ἐπειδὴ διὰ τὴν τῶν ἀγαθῶν ἀφθονίαν κατὰ τοῦ χορηγοῦ τῶν δωρεῶν ἐσκιρτήσατε, καὶ οἱ ὀδόντες ὑμῶν γομφιασμὸν ὑπομενοῦσιν, οὐκέτι τροφῆς ἀπολαύειν δυνάμενοι, ἀλλ' ἐοικότες τοῖς ὑπὸ ὄμφακος, ἤ τινος τῶν στυφοτέρων πληττομένοις, καὶ τροφὴν λεπτύνειν οὐ δυναμένοις. Ἀλλὰ καὶ ταύτης ὑμῖν τῆς παιδείας ἐπαγομένης τοῖς προτέροις ἐπιμενεῖτε κακοῖς. Ἀλλ' οὐδὲ οὕτως τῆς ὑμετέρας παύσομαι θεραπείας· καὶ ἑτέραν γὰρ ὑμῖν ἐπάξω παιδείαν, καὶ τὸν ὄψιμον ἐπισχὼν ὑετὸν (τοῦτο γὰρ εἶπε, Πρὸ τριῶν μηνῶν τοῦ θερισμοῦ), ἀκαρπίᾳ παραδώσω τὴν γῆν. Φιλανθρωπίᾳ δὲ χρώμενος, καὶ δεικνὺς, ὡς οὐκ ἀπὸ ταυτομάτου ταῦτα συμβαίνει, ἀλλ' ἐμοῦ νεύοντος γίνεται, ταύτῃ μὲν τῇ πόλει παρέξω τὸν ὑετὸν, ἐκείνῃ δὲ τῆς τοιαύτης ἀρδείας οὐ μεταδώσω, ὡς τὴν μὲν παντελῶς διαυανθῆναι γῆν, τὴν δὲ μερικῶς ὑσθῆναι. Τοιαύτη δὲ ἔσται σπάνις ὑδάτων, ὡς δύο καὶ τρεῖς πόλεις κατὰ ταὐτὸν τρέχειν εἰς τὴν ἔχουσαν πόλιν ὕδωρ, πόσεως ἐφιεμένας καὶ μηδὲ οὕτω κόρῳ θεραπεύειν τὸ δίψος. Ἀλλ' ὅμως ἐπιμενεῖτε καὶ οὕτω νοσοῦντες ἀνήκεστα, καὶ ταῦτα

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
