# Interpretatio in xii prophetas minores 81.1685

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1685

καὶ ἑτέροις ἤδη περιπεσόντες κακοῖς· ἐγὼ γὰρ, ἅτε δὴ ψυχῶν ἰατρὸς, καὶ ἄλλον καυτῆρα προσήνεγκα, νόσους ὑμῖν διαφόρους ἐπαγαγὼν, νῦν μὲν πυρώσεις, νῦν δὲ ἰκτέρους· ὑμεῖς δὲ τῆς ἀσεβείας οὐκ ἐπελήσθητε. Καὶ μετὰ ταύτην δὲ τὴν παιδείαν ἐδέξω καὶ τὴν κάμπην πᾶν ὅ τι τερπνὸν ἐν ἀμπελῶσιν, ἢ ἐλαιῶσιν, ἢ κήποις οἴχεται· καὶ οὐδὲ τοῦτο πέπεικεν ὑμᾶς ἐπιγνῶναι τὸν τὰς παιδείας ἐπάγοντα. Τούτοις προστίθησιν, ὅτι καὶ τὸν Ἀσσύριον φεύγοντας, καὶ τὴν Αἴγυπτον καταλαβεῖν σπεύδοντας, τῇ τοῦ Ἀσσυρίου παραδέδωκα ῥομφαίᾳ, καθάπερ τινὶ πυρὶ τῇ ὀργῇ κεχρημένος· καὶ οὐδὲ ἐντεῦθεν τὸ δέον συνιδεῖν ἠβουλήθησαν. Διό φησι· ιαʹ. «Κατέστρεψα ὑμᾶς καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα.» Οὐκ ἄλλον παραδηλῶν τὸν ἐκεῖνα πεποιηκότα, ἀλλ' ὡς περὶ αὐτοῦ διαλεγόμενος. «Καὶ ἐγένεσθε, φησὶν, ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρὸς, καὶ οὐδ' οὕτως ἐπεστρέψατε πρός με, λέγει Κύριος.» Καθάπερ γὰρ ὁ δαλὸς ἡμιφλεγὴς γενόμενος, δείκνυσι μὲν τοῦ πυρὸς τὴν ἐνέργειαν, ἄχρηστον δέ ἐστιν εἰς πᾶν ὁτιοῦν, μόνῳ δὲ πυρὶ χρήσιμος· οὕτως ὑμεῖς τῶν πλείστων ἀναιρεθέντων εἰς αἰχμαλωσίαν ἐπαγόμενοι, πάσης μὲν δυνάμεως γυμνωθήσεσθε, εἰς δουλείαν δὲ μόνην ἐπιτήδειοι φανεῖσθε. ιβʹ. «Διὰ τοῦτο οὕτω ποιήσω σοι, Ἰσραήλ· πλὴν οὕτω ποιήσω σοι.» Ἀλλ' ὅμως καὶ ἀνήκεστα νοσοῦσι τὴν προσήκουσαν ὑμῖν θεραπείαν προσοίσω. «Ἑτοιμάζου ἐπικαλεῖσθαι τὸν Θεόν σου, Ἰσραήλ. (ιγʹ.) Διότι ἰδοὺ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὑτοῦ· ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ὑψηλὰ τῆς γῆς, Κύριος ὁ Θεὸς, ὁ Παντοκράτωρ ὄνομα αὐτῷ.» Ταύτης τοίνυν ἀπαλλαγεὶς τῆς ἀναλγησίας, ὦ Ἰσραὴλ, τὸν ἐπικληθέντα σου Θεὸν ἐπιζήτησον, ὃς τοῦ ἀέρος τὸ μανὸν καὶ χαῦνον εἰς τὸν φρικώδη τῆς βροντῆς μεταβάλλει κτύπον, διὰ τῶν ὑπ' αὐτοῦ γεγενημένων ἀνέμων τοῦτον ἀνακινῶν καὶ συστρέφων. Οὗτός σοι καὶ τὸν εἰς τὴν σὴν ἐλευθερίαν ἀφωρισμένον μηνύει βασιλέα· λέγει δὲ τὸν Κύρον. Ῥᾴδιον δὲ αὐτῷ, καὶ μετὰ νύκτα βαθεῖαν ἀγαγεῖν τὸν ὄρθρον, καὶ μεθ' ἡμέραν ὁμίχλῃ κρῦψαι τὸ φῶς. Καθάπερ οὖν ἐν σταθερᾷ σοι μεσημβρίᾳ καθημένῳ (ταύτῃ γὰρ ἔοικεν ἡ εἰρήνη), τὴν τῆς αἰχμαλωσίας ὁμίχλην ἐπήγαγεν· οὕτω τῆς δουλείας καταπαύσας τὴν νύκτα, τὸν ἥδιστον τῆς ἐλευθερίας ὄρθρον ἀνατεῖλαι κελεύει. «Ἐπιβαίνει γὰρ ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς·» τουτέστι, πάντων ἐστὶν ὑψηλότατος, καὶ πᾶσαν τὴν οἰκουμένην πληροῖ, ἅτε δὴ Κύριος ὢν καὶ Θεὸς, κατὰ πάντων ἔχων τὸ κράτος. Οὕτω τὰ θυμήρη μηνύσας, εἰς τἀναντία μεταφέρει τὸν λόγον, τούτοις μὲν φοβῶν, ψυχαγωγῶν δὲ ἐκείνοις, καὶ προσέχειν ἐκθύμως τῇ μετανοίᾳ παρασκευάζων.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
