Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1688
Not analysed yet
ΚΕΦΑΛΑΙΟΝ Εʹ. αʹ, βʹ. «Ἀκούσατε τὸν λόγον Κυρίου τοῦτον, ὃν ἐγὼ λαμβάνω ἐφ' ὑμᾶς θρῆνον· Οἶκος τοῦ Ἰσραὴλ ἔπεσεν, οὐκέτι οὐ μὴ προσθῇ τοῦ ἀναστῆναι. Παρθένος δὲ τοῦ Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὑτῆς· οὐκ ἔστιν ὁ ἀνιστῶν αὐτήν.» Φιλανθρωπίᾳ χρώμενος ὁ Δεσπότης οὐδὲ θρῆνον ὑφαίνειν παραιτεῖται τοῖς κακῶς διακειμένοις, καὶ μετανοεῖν οὐκ ἐθέλουσι. Τὸ δὲ, Οὐκέτι οὐ μὴ προσθῇ τοῦ ἀναστῆναι, οὐκ ἐναντίον τοῖς τῆς ἐλευθερίας εὐαγγελίοις. Σημαίνει γὰρ ὡς οὐκέτι καθ' ἑαυτοὺς πολιτεύσονται, οὐδὲ ἴδιον σχήσουσι βασιλέα. Εἰ δέ τις ἀκριβῶς προσχεῖν ἐθελήσειεν, εὑρήσει τούτων τὴν ἔκβασιν μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν μανίαν· τηνικαῦτα γὰρ πεσόντες μεμενήκασι μέχρι καὶ τήμερον ἐπὶ τοῦ πτώματος. Παρθένον δὲ αὐτὴν καλεῖ, διὰ τὴν προτέραν εὐσέβειαν· σφαλεῖσαν δὲ καὶ διαφθαρεῖσαν, διὰ τὴν μετὰ ταῦτα τῶν εἰδώλων λατρείαν. Τὸ δὲ, Οὐκ ἔστιν ὁ ἀνιστῶν αὐτὴν, τὸ μηδεμιᾶς αὐτὴν ἀνθρωπίνης ἐπικουρίας ἀπολαῦσαι σημαίνει· τοῦ Θεοῦ γὰρ τῶν ὅλων ἀνθισταμένου, οὔτε ὁ Αἰγυπτίων αὐτοῖς βασιλεὺς, οὔτ' ἄλλος τις ἴσχυσεν ἐπαμῦναι. Προαγορεύει δὲ καὶ τὴν ἐσομένην αὐτῶν ὀλιγότητα. γʹ. «Ἡ πόλις γὰρ, φησὶν, ὅθεν ἐξεπορεύοντο χίλιοι, ὑπολειφθήσονται ἑκατὸν, καὶ ἐξ ἧς ἐξεπορεύοντο ἑκατὸν, ὑπολειφθήσονται δέκα.» Ἀλλ' ὀψὲ γοῦν ποτε τὴν Βαιθὴλ καὶ τὴν Γάλγαλα καταλιπόντες, καὶ τὴν παρὰ τὸ φρέαρ τοῦ ὅρκου τῶν εἰδώλων λατρείαν, τὴν ἐμὴν ἐπιζητήσατε πρόνοιαν· ζωὴν γὰρ ἐντεῦθεν ποριεῖσθε. Βαιθὴλ δὲ καὶ Γάλγαλα σὺν τοῖς εἰδώλοις τοῖς πολεμίοις παραδοθήσονται. Μανία δὲ σαφὴς, τὸ μὴ μόνον τῆς τοῦ Ἀβραὰμ εὐσεβείας ἐκ τοῦ φρέατος ἐκείνου μὴ παραλαμβάνειν μνήμην, ἀλλὰ καὶ παρ' ἐκεῖνο τολμᾷν τὴν ἀσέβειαν. ϛʹ. «Ἐκζητήσατε τὸν Κύριον, καὶ ζήσεσθε, ὅπως μὴ ἀναλάμψῃ ὡς πῦρ ὁ οἶκος Ἰωσὴφ, καὶ καταφάγῃ αὐτὸν, καὶ οὐκ ἔσται ὁ σβέσων τῷ οἴκῳ Ἰσραήλ.» Σαφῶς ἐκ τούτων μανθάνομεν, ὡς ἡ ἁμαρτία ἡμῖν ἐξάπτει τὴν φλόγα τῶν κακῶν· ἡ δὲ περὶ τὸν Θεὸν στοργὴ, καὶ διάθεσις, ζωὴν ἡμῖν προξενεῖ. ζʹ. «Κύριος ὁ ποιῶν εἰς ὕψος κρῖμα, καὶ δικαιοσύνην εἰς γῆν ἔθηκε.» Ψηφίζεται, φησὶν, ὃ βούλεται δίκαιος ὢν, καὶ πέρας ἐν τῇ γῇ τὰ κρινόμενα δέχεται. ηʹ. «Ὁ ποιῶν πάντα, καὶ μετασκευάζων, καὶ ἐκτρέπων εἰς τὸ πρωῒ σκιὰν θανάτου, καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων· ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης, καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτοῦ.» Θαῤῥήσατε, φησὶ, τῇ τοῦ Θεοῦ δυνάμει, καὶ ταύτης ἔχεσθε τῆς ἐλπίδος. Εὐπετῶς γὰρ καὶ ποιεῖ καὶ μετασκευάζει ὃ βούλεται, καὶ ῥᾴδιον αὐτῷ καὶ τοὺς μεγίστους κινδύνους εἰς εὐθυμίαν μεταβαλεῖν. Σκιὰν γὰρ θανάτου τοὺς μεγάλους κινδύνους ὠνόμασεν. Εὐμαρῶς δὲ καὶ τοῖς ἐν εὐημερίᾳ δυσπραξίαν ἐπ-