# Interpretatio in xii prophetas minores 81.1689

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1689

άγειν. Καὶ μέντοι καὶ τὸ θαλάττιον ὕδωρ νεύματι ἀνέλκων εἰς τὸν ἀέρα, ἄρδει τὴν γῆν διὰ τῶν νεφῶν· Θεὸς γάρ ἐστι, καὶ τῶν ἁπάντων Δεσπότης. θʹ. «Ὁ διαιρῶν συντριμμὸν ἐπὶ ἰσχὺν, καὶ ταλαιπωρίαν ἐπὶ ὀχύρωμα ἐπάγων.» Μετὰ πολλῆς δὲ τῆς εὐκολίας, καὶ τοὺς ἠσθενηκότας ἐπὶ τὴν προτέραν ἰσχὺν ἐπανάγει, καὶ ταλαιπωρίᾳ τοὺς ἰσχυροὺς παραδίδωσι. ιʹ. «Ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο.» Ἔθος ἦν τοῖς παλαιοῖς, ὥς τινές φασι, περὶ τὰς πύλας τοὺς συλλόγους ποιεῖσθαι, καὶ τὰ συνέδρια. Ἔνθα τοίνυν συνηθροίζοντο, ἐκεῖ καὶ τοὺς ἐλέγχους οἱ προφῆται προσέφερον· ἀλλ' ἀδικίαις καὶ παρανομίαις συζῶντες, οὔτε τοῖς τῆς ἀληθείας προσεῖχον ἐλέγχοις, οὔτε τὸν τοῦ δικαίου προσεδέχοντο λόγον. Ἐπειδὴ τοίνυν καὶ ταῦτα εἰργάζεσθε, καὶ πρὸς τούτοις, τοὺς πενίᾳ κατεχομένους καὶ χειρὶ καὶ γλώττῃ παροινοῦντες διετελεῖτε, καὶ δωροδοκίᾳ χαίροντες ἐσπουδάζετε κακῶς αὔξειν τὸν πλοῦτον, γινώσκετε, ὡς οὔτε ἐν ταῖς εὖ καὶ καλῶς ὑφ' ὑμῶν ἠσκημέναις καὶ κεκοσμημέναις οἰκήσετε οἰκίαις, οὔτε τοὺς ὑφ' ὑμῶν μετὰ πολλῆς ἐπιμελείας φυτευθέντας ἀμπελῶνας τρυγήσετε· ἀφαιρεῖται γὰρ ὑμᾶς τὴν τούτων ἀπόλαυσιν ἡ τῆς ἀσεβείας καὶ παρανομίας ὑπερβολή· ἐπατεῖτε γὰρ τὸ δίκαιον, δῶρα μὲν παρὰ τῶν δυνατωτέρων λαμβάνοντες, ἐν δὲ τῷ δικάζειν τοὺς πένητας κατακρίνοντες. ιγʹ. «Διὰ τοῦτο ὁ συνιὼν ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι ὁ καιρὸς πονηρός ἐστι.» Πᾶς γὰρ ἐχέφρων, καὶ τὸ δέον συνιδεῖν δυνάμενος, ὁρῶν τῶν ἐπαγομένων ὑμῖν κακῶν τὸ νέφος, τεθηπὼς καὶ θαυμάζων τὸ τῆς προῤῥήσεως ἀψευδὲς, φθέγξασθαι οὐδὲν ἐξ ἀθυμίας δυνήσεται. ιδʹ, ιεʹ. «Ἐκζητήσατε οὖν τὸ καλὸν, καὶ μὴ τὸ πονηρὸν, ὅπως ζήσητε, καὶ ἔσται οὕτω μεθ' ὑμῶν Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὃν τρόπον εἴπατε· Μεμισήκαμεν τὰ πονηρὰ, καὶ ἠγαπήκαμεν τὰ καλά· καὶ ἀποκαταστήσατε ἐν πύλαις κρῖμα, ὅπως ἂν ἐλεήσῃ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τοὺς καταλοίπους τοῦ Ἰωσήφ.» Ἀκολουθείτω, φησὶ, τοῖς λόγοις τὰ ἔργα, καὶ λέγοντες ἐρᾷν μὲν τῶν ἀγαθῶν, βδελύττεσθαι δὲ τὴν πονηρίαν, ἔργῳ δείξατε τὴν τῶν λόγων ἀλήθειαν. Τοῦτο γὰρ ποιοῦντες, τεύξεσθε παρὰ τοῦ Θεοῦ τῶν ὅλων ζωῆς. Τούτου δὲ παρ' ὑμῶν μὴ γιγνομένου, θρῆνοι καὶ ὀλοφύρσεις, καὶ τὰς πλατείας, καὶ τὰς ὁδοὺς καταλήψονται· ὡς καὶ τοὺς γηπόνους ἀντὶ γεωργίας τῇ θρηνῳδίᾳ προσέχειν. Ἔσται δὲ ταῦτα ἐμοῦ παρόντος, καὶ τὰς τιμωρίας ἐπάγοντος. ιηʹ. «Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου. καὶ ἱνατί ὑμῖν αὕτη ἡ ἡμέρα Κυρίου· καὶ αὕτη ἐστὶ σκότος, καὶ οὐ φῶς.» Ἐπειδὴ γὰρ ἦσάν τινες θρασύτητι καὶ αὐθαδείᾳ συντεθραμμένοι, οἳ τοῖς προφητικοῖς θεσπίσμασιν ἀντέλεγον, φρυαττόμενοι

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
