# Interpretatio in xii prophetas minores 81.1692

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1692

κατ' αὐτῶν, καὶ ψευδεῖς ἀποκαλοῦντες τοὺς θείους χρησμοὺς, καὶ τὸ τέλος τῶν προῤῥήσεων ἀπαιτοῦντες, θρήνου τούτους ἀξίους ὁ Δεσπότης ἀποκαλεῖ, ὡς σκότος ἀντὶ φωτὸς ἐπιθυμοῦντας ἰδεῖν. Οὐδὲν διαφέρουσι, φησὶν, οἱ τὸ πέρας τῆς προφητείας ἐπιθυμοῦντες ἰδεῖν, ἀνδρὸς φυγόντος μὲν λέοντα ἐπιόντα, μετ' ἐκεῖνον δὲ ἄρκῳ περιπεσόντος, εἶτα τὴν οἰκίαν μετὰ δέους κατειληφότος, καὶ ἀπροόπτως ἀπὸ τοῦ τὴν ψυχὴν κατέχοντος θορύβου, ἐπερείσαντος τῷ τοίχῳ τὴν χεῖρα, καὶ ὑπὸ ὄφεως πικροτάτου δηχθέντος. Ὥσπερ γὰρ ἐκεῖνος ζόφον, ἀλλ' οὐ φωτὸς αἴγλην, κατ' ἐκείνην ὁρᾷ τὴν ἡμέραν· οὕτως οὗτοι σκότῳ βαθεῖ κατὰ τὴν τῆς τιμωρίας ἡμέραν παραδοθήσονται. καʹ—κγʹ. Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν. Διότι ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμῶν, οὐ προσδέξομαι, καὶ σωτηρίου ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι. Μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι.» Τοιαῦτα καὶ διὰ Ἡσαΐου πρὸς αὐτοὺς εἴρηκεν ὁ Δεσπότης Θεός· «Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος. Πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν· καὶ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι.» Καὶ ἑξῆς δὲ καταλέγει πάντα τὰ κατὰ τὸν νόμον αὐτῷ προσφερόμενα, πάντα λέγων ὁμοίως βδελύττεσθαι. Οὕτω καὶ ἐνταῦθα μισεῖν μὲν ἔφη τὰς ἑορτάς· οὐ προσδέχεσθαι δὲ τὰς ἐν τοῖς πανηγύρεσι προσφερομένας θυσίας· τὸ γὰρ οὐ μὴ ὀσφρανθῶ, ἀντὶ τοῦ, οὐ μὴ δέξομαι τέθεικεν. Οὕτω καὶ ἐπὶ τοῦ Νῶε ὁ μακάριος Μωσῆς, «Ὠσφράνθη, ἔφη, Κύριος ὁ Θεὸς ὀσμὴν εὐωδίας·» ἀντὶ τοῦ, ἐπῄνεσε τὸν τῶν προσενηνοχότων σκοπόν. Οὐδὲ γὰρ δεῖται τούτων Θεός· ἀλλ' οὐδὲ τοῖς ὑπὲρ τῆς σφῶν αὐτῶν σωτηρίας προσφέρουσι τὴν ἐμαυτοῦ, φησὶ, παρέξομαι ἐπιφάνειαν. Παῦσαι τοίνυν καὶ ᾄδων, καὶ τοῖς μουσικοῖς κεχρημένος ὀργάνοις· οὐδὲ γὰρ ἐπιτέρπομαι τούτοις, ἀλλὰ καὶ τὴν ἀρχὴν διὰ τῶν τερπνῶν σε ποδηγῶν ἐπὶ τὰ σπουδαῖα ταῦτα προσέταξα γίνεσθαι. κδʹ. «Κυλισθήσεται ὡς ὕδωρ κρῖμα, καὶ ἡ δικαιοσύνη, ὡς χειμάῤῥους ἄβατος.» Ἡ ἐξενεχθεῖσα, φησὶ, κατὰ σοῦ δικαία ψῆφος χειμάῤῥου σοι δίκην, καὶ σφοδροῦ ὕδατος, τὴν τιμωρίαν ἐποίσει, καὶ διέξοδον εὑρεῖν οὐ δυνήσῃ· ἀναμνήσθητε δὲ, ὡς τεσσαράκοντα ἔτη κατὰ τὴν ἔρημον διαγαγόντες, οὐ τὴν ἀπὸ θυμάτων μοι λατρείαν προσενηνόχατε, ἀλλὰ κἀκεῖ τὴν αὐτὴν ἀσέβειαν ἐπεδείξασθε, παντοδαπὰς εἰδώλων πεποιηκότες εἰκόνας, καὶ τούτοις, καὶ μέντοι καὶ ἄστροις τισὶ πᾶσαν θεραπείαν προσφέ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
