Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1693
Not analysed yet
ροντες. Μολὸχ γὰρ καὶ Ῥεφὰν εἰδώλων ὀνόματα· τοῦ δὲ Μολὸχ καὶ ἐν τοῖς προοιμίοις τῆς προφητείας ἐμνημόνευσε. Τούτων γὰρ χάριν, κζʹ. «Μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ, λέγει Κύριος ὁ Θεὸς, ὁ Παντοκράτωρ ὄνομα αὐτῷ.» Ἐπειδὴ γὰρ καὶ τῶν πλησιαζόντων αὐτοῖς Σύρων ἐδυσχέραινον τὴν δουλείαν, τὴν ποῤῥωτέρω προλέγει, καταπλῆξαι αὐτοὺς τῇ προῤῥήσει βουλόμενος· λέγει δὲ τὴν Ἀσσυρίων. Καὶ τοῦτο ὁ μακάριος Στέφανος ἐν ταῖς Πράξεσιν ἑρμηνεύων, «Μετοικιῶ ὑμᾶς, εἶπεν, ἐπέκεινα Βαβυλῶνος. ΚΕΦΑΛΑΙΟΝ Δʹ. αʹ. «Οὐαὶ τοῖς ἐξουθενοῦσι Σιὼν, καὶ πεποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας. ἀπετρύγησαν ἀρχὰς ἐθνῶν, καὶ εἰσῆλθον ἑαυτοῖς.» Ἄθλιοι, φησὶ, καὶ τρισάθλιοι οἱ τῆς μὲν Σιὼν καταφρονοῦντες, τῇ δὲ Σαμαρείᾳ θαῤῥοῦντες, καὶ μὴ σκοποῦντες, ὡς ὁ ἐν τῇ Σιὼν θεραπευόμενος Θεὸς, εἰς τὴν τῆς ἐπαγγελίας αὐτοὺς ἐπήγαγε γῆν, τοὺς πρόσθεν ταύτην οἰκοῦντας παντελῶς ἀναλώσας, καὶ λίαν αὐτοῖς εὐρεῖαν τὴν οἴκησιν χαρισάμενος. Εἰ δὲ οὐχ οὕτω ταῦτα ἔχειν ὑπολαμβάνετε, βʹ. «Διάβητε εἰς Χαλάνην, καὶ διέλθετε ἐκεῖθεν εἰς Ἐμὰθ τὴν μεγάλην, καὶ κατάβητε εἰς Γὲθ, τῶν ἀλλοφύλων τὰς κρατίστας ἐκ πασῶν τῶν βασιλειῶν τούτων, εἰ πλείονά ἐστι τὰ ὅρια αὐτῶν τῶν ὑμετέρων ὁρίων.» Εἰς τὰς προειρημένας πόλεις, αἵπερ εἰσὶ μέγισται, καὶ τῶν προλεχθεισῶν δὲ βασιλειῶν αἱ ἔγκριτοι, πορευθέντες ἀκριβῶς καταμάθετε, ὡς οὐκ ἐλάττων ἐστὶν ἡ ὑφ' ὑμῶν γεωργουμένη τῆς ὑπ' ἐκείνων κατεχομένης. γʹ. «Οἱ ἐρχόμενοι εἰς ἡμέραν κακήν·» ὡς ἀξίους ἑαυτοὺς τιμωρίας πεποιηκότες. Ἡμέραν γὰρ κακὴν, τὴν τῆς τιμωρίας ἡμέραν καλεῖ. «Οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι Σαββάτων ψευδῶν.» Οἱ τῷ δοκεῖν τιμῶντες τὰ Σάββατα, μυρία δὲ ἐν αὐτοῖς παράνομα δρῶντες. Εἶτα πρὸς τούτοις ἐπιμέμφεται αὐτοῖς τρυφὴν, κλίνας ἐλεφαντίνας ὑπεστρῶσθαι αὐτοῖς λέγων, καὶ πᾶσαν αὐτοῖς προκεῖσθαι χλιδήν· ἐρίφων μὲν ἐκ ποιμνίων, μόσχων δὲ ἐκ βουκολίων κομιζομένων· ὀργάνων δὲ τὴν ἠχὴν ἀποτελούντων· κρότου δὲ χειρῶν πρὸς τὴν ἠχὴν γινομένου· οἴνου δὲ ἀνθοσμίου, καὶ τούτου διηνθημένου προσφερομένου· μύρου δὲ εὐώδους τὴν ἀσωτίαν ἀποπληροῦντος. Οὕτω, φησὶν, ἐκδεδιῃτημένοι, καὶ τὸ ἁβροδίαιτον ἀσπασάμενοι, καὶ νομίσαντες μόνιμα ταῦτα εἶναι καὶ διαρκῆ, οὐ διαλογισάμενοι δὲ αὐτῶν τὸ διαῤῥέον. Τοῦτο γὰρ ἐσήμηνεν, εἰρηκώς· «Ὡς ἑστῶτα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα. Οὐκ ἔπασχον οὐδὲν ἐν τῇ συντριβῇ τοῦ Ἰωσήφ·» ἀλλ' ἀναλγήτως ἔφερον τοσαύτας παρανομίας τολμῶντες. Ἰωσὴφ γὰρ αὐτοὺς