# Interpretatio in xii prophetas minores 81.1696

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1696

προσηγόρευσε· τοῦ γὰρ Ἰωσὴφ ὁ Ἐφραῒμ υἱός· Ἐφραῒμ δὲ τὰς δέκα φυλὰς ὀνομάζει. ϛʹ, ηʹ. «Διὰ τοῦτο νῦν αἰχμάλωτοι ἔσονται ἀπ' ἀρχῆς δυναστῶν, καὶ ἐξαρθήσεται χρεμετισμὸς ἵππων ἐξ Ἐφραΐμ. Ὅτι ὤμοσε Κύριος καθ' ἑαυτοῦ, λέγων, Κύριος ὁ Θεὸς τῶν δυνάμεων· Διότι βδελύσσομαι ἐγὼ πᾶσαν τὴν ὕβριν Ἰακὼβ, καὶ τὰς χώρας αὐτοῦ μεμίσηκα, καὶ ἐξαρῶ πόλιν σὺν τοῖς κατοικοῦσιν αὐτήν.» Ἄρχοντες, φησὶ, δυνατοὶ δορυαλώτους αὐτοὺς παραλήψονται, καὶ τέλος ἡ τοῦ Ἐφραῒμ δυναστεία λήψεται· ἀψευδὴς γὰρ καὶ δυνατὸς ὁ ταύτην κατ' αὐτοῦ τὴν ψῆφον ἐξενεγκών. Κατεψηφίσατο δὲ, αὐτοῦ τὴν ἀλαζονείαν καὶ τὴν ἀσέβειαν βδελυξάμενος. θʹ—ιαʹ. «Καὶ ἔσται, ἐὰν ὑπολειφθῶσι δέκα ἄνδρες ἐν οἰκίᾳ μιᾷ, ἀποθανοῦνται, καὶ ἀπολειφθήσονται οἱ κατάλοιποι. Καὶ λήψονται οἱ οἰκεῖοι αὐτῶν, καὶ παραβιῶνται τοῦ ἐξενεγκεῖν τὰ ὀστᾶ αὐτῶν ἐκ τοῦ οἴκου ναοῦ, καὶ ἐρεῖ τοῖς προεστηκόσι τοῦ οἴκου, Εἰ ἔτι ὑπάρχει παρὰ σοί; Καὶ ἐρεῖ· Οὐκέτι· καὶ ἐρεῖ· Σίγα, ἕνεκεν τοῦ μὴ ὀνομάσαι τὸ ὄνομα Κυρίου.» Τοσαύτη, φησὶ, φθορὰ τῶν ἐνοικούντων τὴν πόλιν γενήσεται, ὡς ἐνίας οἰκίας πάντας ἔχειν τοὺς ἐνοικοῦντας νεκροὺς, καὶ τοὺς πελάζοντας, ἢ γένει προσήκοντας, ἐξ ἑτέρων οἰκιῶν παραγινομένους τῶν τετελευτηκότων τὰ σώματα παραδιδόναι ταφῇ· εἶτα ἐρευνᾷν, καὶ ἀλλήλους ἀνερωτᾷν, μὴ ἄρα εἴη ἕτερον ἄταφον. Ἀποκρινομένων δὲ τῶν ἐνδοτέρων, ὡς οὐκ εἴη· σιγῇ, φησὶ, τεθηπότες ἐξίασι, τοῦτο ποιεῖν ἀλλήλοις παρακελευόμενοι, ὡς τοῦ Θεοῦ τῶν ὅλων ταύτην ἐξενεγκόντος τὴν ψῆφον. ιβʹ. «Διότι ἰδοὺ Κύριος ἐντέλλεται, καὶ πατάξει τὸν οἶκον τὸν μέγαν θλάσμασι, καὶ τὸν οἶκον τὸν μικρὸν ῥήγμασιν.» Ὁμοίως γὰρ τοῖς ἐν πενίᾳ, καὶ τοὺς δυνατοὺς καταλύσει. ιγʹ, ιδʹ. «Εἰ διώξονται ἐν πέτραις ἵπποι, εἰ παρασιωπήσονται ἐν θηλείαις, ὅτι ἐξεστρέψατε εἰς θυμὸν κρῖμα, καὶ καρπὸν δικαιοσύνης εἰς πικρίαν. Οἱ εὐφραινόμενοι ἐπ' οὐδενὶ λόγῳ ἀγαθῷ, οἱ λέγοντες· Οὐκ ἐν τῇ ἰσχύϊ ἡμῶν ἔσχομεν κέρατα;» Ἵπποι μὲν, φησὶ, κατὰ πετρῶν θέειν οὐ δύνανται, οἱ δὲ πολέμιοι χωρήσουσι καθ' ὑμῶν, τοῦ προτέρου ὑμῶν ὕψους διὰ τὴν παρ' ὑμῶν τολμηθεῖσαν παρανομίαν καταφρονήσαντες. Καὶ ὥσπερ ἵπποι χρεμετίζουσι θεασάμενοι θηλείας· οὕτως οἱ πολέμιοι χρήσονται προθύμως τῇ καθ' ὑμῶν ἐφόδῳ, ὅτι τὸν κριτὴν εἰς θυμὸν καθ' ὑμῶν ἐκινήσατε, καὶ πικρὰν ὁμοῦ καὶ δικαίαν ἐξενεγκεῖν τὴν ψῆφον κατηναγκάσατε. Τὴν γὰρ εὐθυμίαν οὐκ ἐπ' ἀγαθοῖς ἔχετε, ἀλαζονευόμενοι δὲ καὶ βρενθυόμενοι τῇ σφετέρᾳ δυνάμει τὸ πρότερον ὑμῶν ἐπιγράφετε κράτος. Τούτου χάριν ἐγὼ ὁ πάσης στρατιᾶς καὶ δυνάμεως Κύριος ἔθνει ὑμᾶς δυνατῷ παραδώσω. «Τοῦ μὴ εἰσελθεῖν εἰς Ἠμὰθ, καὶ ἕως τοῦ χειμάῤῥου τῶν δυσμῶν.»

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
