Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1697
Not analysed yet
Ἀντὶ τοῦ, Πάσης ὑμᾶς τῆς πρόσθεν ὑφ' ὑμῶν γεωργουμένης ἐξελάσω γῆς· Ἱεροβοὰμ γὰρ, ἐφ' οὗ ἡ προφητεία αὕτη ἐγένετο, ἀποκατέστησε, φησὶ, τὸ ὅριον Ἰσραὴλ ἀπὸ Ἠμὰθ ἕως θαλάσσης τῆς πρὸς ἑσπέραν, ὡς ἡ τῶν Βασιλειῶν ἱστορία διδάσκει. Λέγει τοίνυν, ὅτι Πάντα ὑμῶν τὰ ὅρια παραδώσω τοῖς πολεμίοις. ΚΕΦΑΛΑΙΟΝ Ζʹ. αʹ—γʹ. «Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἐπιγονὴ τῶν ἀκρίδων ἐρχομένη ἑωθινὴ, καὶ ἰδοὺ βροῦχος εἷς Γὼγ βασιλεύς. Καὶ ἔσται, ἐὰν συντελέσῃ τοῦ φαγεῖν τὸν χόρτον τῆς γῆς. Καὶ εἶπα· Κύριε, ἵλεως γενοῦ· τίς ἀναστήσει τὸν Ἰακὼβ, ὅτι ὀλιγοστός ἐστι; Μετανόησον, Κύριε, ἐπὶ τούτῳ. Καὶ τοῦτο οὐ μὴ γένηται, λέγει Κύριος.» Θεασάμενος, φησὶ, τὴν φοβερὰν ἐκείνην θέαν, ἱκέτευσα τὸν Θεὸν ἵλεων γενέσθαι, καὶ παῦσαι τὸν ὄλεθρον· οὐκ ἐπένευσε δὲ, ὡς εἰκὸς, διὰ τὴν τῆς παρανομίας ὑπερβολήν. Ἐπιγονὴν δὲ ἀκρίδων ἐκάλεσε τὸν Ἀσσύριον· βροῦχον δὲ τὸν Βαβυλώνιον· τὸ δὲ, εἷς Γὼγ βασιλεὺς, τὸ τῆς στρατιᾶς μέγεθος παραδηλοῖ. Ὥσπερ γὰρ, φησὶν, ὁ Γὼγ, ὁ τῶν Σκυθικῶν ἐθνῶν βασιλεὺς, κατὰ τῆς Ἱερουσαλὴμ πλῆθος ὅτι πλεῖστον ἀθροίσει· οὕτως Ἀσσύριοι καὶ Βαβυλώνιοι μετὰ πολλῆς παραγενήσονται στρατείας. Καὶ ἀκρίδι δὲ καὶ βρούχῳ παρέδωκεν αὐτῶν καρποὺς, ὡσαύτως δὲ καὶ τῇ κάμπῃ· τοῦτο γὰρ ἄνω προείρηκεν. δʹ. «Οὕτως ἔδειξέ μοι Κύριος· καὶ ἰδοὺ ἐκάλεσε τὴν δίκην ἐν πυρὶ Κύριος ὁ Θεὸς, καὶ κατέφαγε τὴν ἄβυσσον τὴν πολλὴν, καὶ κατέφαγε τὴν μερίδα.» Δίκην μὲν καλεῖ τὴν δικαίαν τοῦ Θεοῦ ψῆφον· πῦρ δὲ καλεῖ, τοὺς πολεμίους· ἄβυσσον δὲ πολλὴν, τὰ μυρία ἔθνη τὰ ὑπ' ἐκείνων δουλωθέντα· μερίδα δὲ τὸν Ἰσραήλ. Οὕτω γὰρ καὶ ὁ μακάριος ἔφη Μωσῆς· «Καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ. Ἀλλὰ καὶ ταῦτα, φησὶ, θεασάμενος τὴν αὐτὴν ἱκετείαν τῷ Δεσπότῃ προσενήνοχα μὲν, οὐκ ἔπεισα δέ. ζʹ, ηʹ. «Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἀνὴρ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας. Καὶ εἶπε Κύριος πρός με· Τί σὺ ὁρᾷς, Ἀμώς; Καὶ εἶπον· Ἀδάμαντα. Καὶ εἶπε Κύριος πρός με· Ἰδοὺ, ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου Ἰσραήλ.» Ἰσχυρὰν αὐτοῖς, φησὶ, καὶ στερεὰν λίαν ἐπάξω πληγὴν, καὶ ἀδάμαντι ἐοικυῖαν, ὃς τῶν ὑλῶν ἐστιν ἁπασῶν στερεώτερός τε καὶ ἰσχυρώτατος. Οὐ γὰρ ἀνέξομαι λοιπὸν περιιδεῖν τὴν ὑπ' αὐτῶν τολμωμένην ἀσέβειαν, ἀλλὰ σὺν αὐτοῖς καὶ τοὺς τῶν εἰδώλων ἀφανιῶ βωμοὺς, καὶ τὰς τούτων ἑορτὰς καταπαύσω, καὶ ἁπαξαπλῶς πᾶσαν αὐτῶν καταλύσω τὴν βασιλείαν· τὸν γὰρ οἶκον Ἱεροβοὰμ τὴν βασιλείαν ὠνόμασεν. Οὐ γὰρ ἐπὶ τούτου, ἀλλὰ καὶ μετὰ τοῦτον, καὶ ἄλλους ἓξ βασιλεῖς, τέλος ἡ πρόῤῥησις