# Interpretatio in xii prophetas minores 81.1700

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1700

ἔλαβε. Τούτων ἀπὸ τοῦ προφήτου λεγομένων, Ἀμασίας ὁ τῆς Βαιθὴλ ἱερεὺς, δείσας μὴ τὰς θείας ἀπειλὰς καταπλαγεὶς ὁ λαὸς, καὶ μεταμελείᾳ χρησάμενος, τῆς τῶν εἰδώλων ἀποστῇ θεραπείας, καὶ τὰς τῆς ἐμπορίας ἀφορμὰς αὐτὸς ἀπολέσῃ, εἰσαγγέλλει παρὰ τῷ βασιλεῖ τὸν προφήτην, συκοφαντίας τοῖς ἀληθέσι λόγοις συῤῥάψας. ιαʹ. «Λέγει γὰρ Ἀμὼς, ὡς Ἱεροβοὰμ ἐν ῥομφαίᾳ πεσεῖται, καὶ ὁ λαὸς αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὑτοῦ.» Ἀλλὰ τὰ μὲν περὶ τοῦ λαοῦ καὶ τῆς βασιλείας ὑπῆρχεν ἀληθῆ· τὸ δὲ περὶ τοῦ βασιλέως εἰρημένον ψεῦδος ἦν προφανῶς· ἀλλ' ὅμως ἥκιστα τοῦτο τὸν Ἱεροβοὰμ εἰς τὴν κατὰ τοῦ προφήτου παροινίαν ἐξέμηνε· τὸν δὲ Ἀμασίαν οὐδὲ τοῦτο πέπεικεν ἀγαγεῖν ἡσυχίαν. Ἀλλ' αὐτὸς ὑποχωρῆσαι τῷ προφήτῃ παρεκελεύσατο, καὶ εἰς τὴν Ἰουδαίαν βιοτεύειν, καὶ προλέγειν τὰ μέλλοντα, ὡς τῆς Βαιθὴλ ἀφωρισμένης τῇ βασιλείᾳ. Ὁ δὲ Ἀμὼς μετὰ παῤῥησίας, καὶ τὸ ἐπιτήδευμα τὸ οἰκεῖον λέγει, καὶ τὴν θεόθεν αὐτῷ δοθεῖσαν χάριν ἀποκαλύπτει. ιδʹ. «Οὔτε γὰρ, φησὶ, προφήτης ἤμην, οὔτε υἱὸς προφήτου, ἀλλ' αἰπόλος ἤμην συκάμινα κνίζων.» Τὸ δὲ συκάμινα κνίζων, ὁ μὲν Ἀκύλας ἐρευνῶν, συκομόρους ἡρμήνευσεν· ὁ δὲ Θεοδοτίων, χαρακῶν συκαμίνους· ὁ δὲ Σύμμαχος, ἔχων συκομόρους. Δένδρου δὲ εἶδός ἐστιν ἡ συκόμορος ἐν τῇ Παλαιστίνῃ· μέμνηται δὲ καὶ ὁ μακάριος Λουκᾶς ὁ εὐαγγελιστὴς, εἰς συκομοραίαν τὸν μακάριον Ζακχαῖον ἀναβῆναι φήσας. Ἤκουσα δέ τινος τὰ ἐκεῖθεν διηγουμένου, ὡς ὁ τούτων καρπὸς οὐ πεπαίνεται μὴ πρότερον τομήν τινα βραχεῖαν δεξάμενος. Τοῦτο τοίνυν εἰκὸς νενοηκέναι τοὺς Ἑβδομήκοντα, καὶ τὸ κνίζων, ἀντὶ τοῦ χαρακῶν, ἢ συλλέγων τεθεικέναι. Περὶ γεωργίαν τοίνυν, φησὶ, καὶ προβατείαν ἔχοντά με σπουδὴν ἀνέλαβε Κύριος ἐκ τῶν προβάτων, καὶ προφητεύειν ἐκέλευσε. Δέχου τοίνυν, ὦ Ἀμασία, καὶ τὴν κατὰ σοῦ πρόῤῥησιν, ἐπειδή με τῷ Ἰσραὴλ προφητεύειν κωλύεις, ἵνα μή σε κακῶς χρηματιζόμενον παύσω. Ἴσθι τοιγαροῦν, ὡς ὄψει τὴν νῦν συνοικοῦσάν σοι γυναῖκα δημοσίᾳ καὶ προφανῶς ὑπὸ τῶν πολεμίων ὑβριζομένην· ἐπειδήπερ καὶ σὺ εἰς τὴν τῆς εἰδωλολατρείας ἀκολασίαν ἐξέμηνας τὸν λαόν. Ὄψει δὲ καὶ τοὺς ἐκ σοῦ πάντας ἀναιρουμένους· σὺ δὲ ἐν ἀλλοφύλῳ γῇ δέξῃ τοῦ βίου τὸ πέρας, καὶ ὁ λαὸς δὲ ἅπας τὴν αὐτήν σοι τιμωρίαν ὑπομενεῖ· ὑμῶν δὲ ταῦτα παθόντων, ἄλλοις ἡ γῆ παραδοθεῖσα διανεμηθήσεται. ΚΕΦΑΛΑΙΟΝ Ηʹ. αʹ, βʹ. Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἄγγος ἰξευτοῦ. Καὶ εἶπε πρός με· Τί σὺ βλέπεις, Ἀμώς; Καὶ εἶπον· Ἄγγος ἰξευτοῦ.» Σημαίνει δὲ ἡ ὄψις τὴν ταχεῖαν θήραν τοῦ Ἰσραήλ. Ὥσπερ γὰρ τὰ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
