# Interpretatio in xii prophetas minores 81.1710

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1710

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΒΔΙΟΥ. ΥΠΟΘΕΣΙΣ. Ἰδουμαῖοι πρόγονον ἔχοντες τὸν Ἡσαῦ, ἐξ οὗ τὴν προσηγορίαν ἐσχήκασιν (Ἐδὼμ γὰρ ὠνομάσθη τῶν πρωτοτοκίων τὸν φακὸν προτιμήσας), οὐ τῆς προσηγορίας μόνον, ἀλλὰ καὶ τῆς μνησικακίας τοῦ προπάτορος ἐγένοντο κληρονόμοι· καὶ καθάπερ ἐκεῖνος ἐπίμονον πλείστην ἔσχε κατὰ τοῦ Ἰακὼβ τὴν ὀργὴν, ὡς καὶ διαῤῥήδην εἰπεῖν· «Ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πατρός μου, ἵνα ἀποκτείνω τὸν ἀδελφόν μου· οὕτως οὗτοι τοῖς ἐξ Ἰακὼβ διηνεκῶς φθονοῦντες, ἐπιβουλαῖς κατ' αὐτῶν ἐχρῶντο μυρίαις. Καὶ ἡνίκα μὲν τῆς Αἰγυπτιακῆς ἀπαλλαγέντες δουλείας ἐλθεῖν εἰς τὴν ἐπηγγελμένην ἠβουλήθησαν γῆν, τοῦ μεγάλου Μωσέως ἡγουμένου καὶ προστατεύοντος, οὐ μόνον οὐχ ὑπεδέξαντο φιλοφρόνως, ἀλλ' οὐδὲ διελθεῖν διὰ τῆς σφετέρας συνεχώρησαν χώρας· καὶ ταῦτα τοῦ μεγάλου Μωσέως διὰ πρέσβεων τοῦτο λιπαρήσαντος, καὶ ὑποσχομένου, ὡς οὐκ ἐκκλινοῦσι δεξιὰ, οὐδὲ ἀριστερὰ, ἀλλ' ὁδῷ βασιλικῇ βαδιοῦνται, καὶ αὐτοῦ τοῦ ὕδατος τὴν χρείαν ὠνούμενοι. Καὶ μετὰ ταῦτα δὲ συχνῶς τὴν οἰκείαν δυσμένειαν ἐπεδείκνυντο, ποτὲ μὲν μόνοι κατ' αὐτῶν στρατεύειν ἐπιχειροῦντες, ποτὲ δὲ τοῖς πολεμοῦσιν αὐτοῖς συμμαχοῦντες προθύμως. Καὶ ἡνίκα δὲ Ἀσσύριοι καὶ Βαβυλώνιοι ταῖς κατ' αὐτῶν ἐχρήσαντο προσβολαῖς, μυρία ὅσα ἔδρασαν εἰς αὐτοὺς δεινὰ, οὐ συμπαραταττόμενοι μόνον τοῖς πολεμίοις, ἀλλὰ καὶ λόχους καθίζοντες, καὶ τοὺς φεύγειν πειρωμένους θηρεύοντες, καὶ τοὺς μὲν αὐτῶν ἀναιροῦντες, τοὺς δὲ τοῖς ἐχθίστοις παραδιδόντες. Τούτου χάριν ὁ δίκαιος Κριτὴς, Ἀβδιοῦ τὸν θαυμάσιον προφητικοῦ χαρίσματος ἀναπλήσας, προθεσπίζει τὰ καταληψόμενα τοὺς Ἰδουμαίους κακά. Δήλης τοίνυν ἐν συντόμῳ τῆς ὑποθέσεως γενομένης, τῶν ῥητῶν αὐτῶν σαφῆ, σὺν Θεῷ φάναι, ποιήσωμεν τὴν διάνοιαν.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
