# Interpretatio in xii prophetas minores 81.1716

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1716

ιδʹ. «Μηδὲ ἐπιστῇς ἐπὶ τὰς διεκβολὰς αὐτῶν, ἐξολοθρεῦσαι τοὺς ἀνασωζομένους αὐτῶν, μηδὲ συγκλείσῃς τοὺς φεύγοντας αὐτῶν ἐν ἡμέρᾳ θλίψεως.» Μὴ λοχήσῃς αὐτοὺς ἐν ταῖς ὁδοῖς ἐνεδρεύων, ὥστε μηδὲ φυγῇ τὴν σωτηρίαν πορίσασθαι, ἀλλὰ ταῖς σαῖς πάγαις περιπεσεῖν, καὶ ταῖς τῶν δυσμενῶν παραδοθῆναι χερσίν. Τίς ἂν ἀξίως ὑμνήσειε τὴν ἄῤῥητον ἀγαθότητα τοῦ δικαίου Κριτοῦ, ὃς ἀκριβῶς ἐπιστάμενος, ὡς τοῖς προφητικοῖς οὐ πεισθήσονται λόγοις, καὶ τὴν προκειμένην προσέθηκεν ἀπειλὴν, ἵνα τῇ μὲν δεδιξάμενος, τῇ δὲ καταθέλξας, μαλάξῃ τοὺς θηριώδεις; Ἐπάγει γάρ· ιεʹ. «Διότι ἐγγὺς ἡ ἡμέρα τοῦ Κυρίου ἐπὶ πάντα τὰ ἔθνη.» Πᾶσι γὰρ τοῖς παρανομοῦσιν ἔθνεσι δικαίαν ἐπιτίθημι τιμωρίαν, καὶ σοὶ δὲ πεισθῆναι μὴ βουλομένῳ ταύτην ἐποίσω. «Ὃν τρόπον γὰρ ἐποίησας, ἔσται οὕτως σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεταί σοι εἰς κεφαλήν σου.» Δίκαια πείσῃ τιμωρίᾳ παραδιδόμενος· δρέπῃ γὰρ ὧν ἔσπειρας τοὺς καρπούς· διότι, ιϛʹ. «Ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, πίονται πάντα τὰ ἔθνη οἶνον,» τὸν μυστικόν· «πίονται, καὶ καταπίονται, καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες.» Ὥσπερ γάρ σε δίκας εἰσπράξομαι ὧν εἰς τοὺς ἐμοὶ ἀνακειμένους τόπους τετόλμηκας· οὕτω καὶ τὰ κοινωνήσαντά σοι τῆσδε τῆς παρανομίας ἔθνη τὴν προσήκουσαν δέξεται τιμωρίαν. Οἴνου γὰρ πόσιν τὴν τιμωρίαν ἐκάλεσε· καὶ τοῦτο σαφῶς ἡμᾶς ὁ μακάριος Ἱερεμίας διδάσκει, λαβεῖν τὸ ποτήριον προσταχθεὶς, καὶ ποτίσαι πάντα τὰ ἔθνη. Καὶ πολλαχόθεν δὲ ῥᾴδιον διαγνῶναι. Ἀλλ' ὑμεῖς μὲν, Ἰδουμαῖοι, ποινὴν τίσετε ὑπὲρ ὧν εἰς τοὺς ἀδελφοὺς τετολμήκατε. ιζʹ. «Ἐν δὲ τῷ ὄρει Σιὼν ἔσται σωτηρία, καὶ ἔσται ἅγιον.» Ἐπανάξω γὰρ αὐτοὺς αἰχμαλώτους γεγενημένους, καὶ τὸν ἅγιον ἀναστήσω νεών. Προαγορεύει δὲ κατὰ ταυτὸν τὴν γενομένην πᾶσιν ἀνθρώποις ἐν τῇ Σιὼν σωτηρίαν, καὶ τὸν ἐκεῖθεν εἰς πᾶσαν τὴν οἰκουμένην προχυθέντα ἁγιασμὸν διὰ τοῦ σωτηρίου σταυροῦ. «Καὶ κατακληρονομήσουσιν ὁ οἶκος Ἰακὼβ τοὺς κληρονομήσαντας αὐτούς.» Τοσαύτην δὲ αὐτοῖς ἐπανελθοῦσι παρέξω ῥώμην καὶ δύναμιν, καὶ εἰς τοσοῦτον πλῆθος αὐτοὺς αὐξήσω, ὡς καὶ τὴν ὑμετέραν, καὶ τῶν ἄλλων ἐθνῶν τῶν ὁμόρων τὴν γῆν ὑφ' ἑαυτοὺς ποιήσασθαι. ιηʹ. «Καὶ ἔσται ὁ οἶκος Ἰακὼβ πῦρ, καὶ ὁ οἶκος Ἰωσὴφ φλὸξ, ὁ δὲ οἶκος Ἡσαῦ εἰς καλάμην· καὶ ἐκκαυθήσονται εἰς αὐτοὺς, καὶ καταφάγονται αὐτούς.» Ἀσθενείᾳ γὰρ τοσαύτῃ παραδοθήσεσθε, ὥστε πυρὸς δίκην ὑπ' ἐκείνων ἀναλωθῆναι. Ἰακὼβ δὲ καὶ Ἰωσὴφ τοὺς αὐτοὺς προσηγόρευσεν, ἐπειδὴ καὶ Ἐφραῒμ (υἱὸς δὲ οὗτος τοῦ Ἰωσὴφ), τὰς δέκα φυλὰς πολλάκις ὠνόμασε. «Καὶ οὐκ ἔσται πυρφόρος τῷ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
