Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1717
Not analysed yet
οἴκῳ Ἡσαῦ, ὅτι Κύριος ἐλάλησε.» Τὸν πυρφόρον ὁ μὲν Σύμμαχος διασωζόμενον εἴρηκεν· Ἀκύλας δὲ καὶ Θεοδοτίων, καταλελειμμένον. Τὸν παντελῆ τοίνυν ὄλεθρον αὐτῶν προδηλῶν, τοῖσδε τοῖς λόγοις ἐχρήσατο. Καὶ οἱ Ἑβδομήκοντα δὲ τὸν πυρφόρον τεθείκασιν οὐχ ἁπλῶς· ἀλλ' ἐπειδὴ πῦρ τὸν Ἰακὼβ, καὶ φλόγα τὸν Ἰωσὴφ κοινῇ πάντες εἰρήκασι (ῥώμην δὲ ταῦτα καὶ δύναμιν παραδηλοῖ τὰ ὀνόματα), ἠβουλήθησαν εἰπεῖν, ὡς οὐδεμία δύναμις τοῖς Ἰδουμαίοις ὑπολειφθήσεται. ιθʹ. «Καὶ κατακληρονομήσουσιν οἱ ἐν Ναγὲβ τὸ ὄρος τοῦ Ἡσαῦ.» Καὶ τοῦτο δὲ συμφώνως οἱ τρεῖς ἑρμηνευταὶ νότον ἡρμηνεύκασιν· οὕτω γὰρ ὁ νότος προσαγορεύεται τῇ Ἑβραίων φωνῇ. Λέγει τοίνυν, ὅτι οἱ πρὸς νότον οἰκοῦντες τῆς Ἱερουσαλὴμ, τουτέστι τῶν Ἰδουμαίων οἱ ὅμοροι, οἷόν τινα κλῆρον ἕξουσι καὶ μερίδα τῶν Ἰδουμαίων τὴν γῆν· «οἱ δὲ ἐν τῇ Σεφηλὰ» (ἀστυγείτονες δὲ οὗτοι τῶν Ἀλλοφύλων), ὑφ' αὑτοὺς τὴν νῦν ὑπὸ τῶν Ἀλλοφύλων κατεχομένην ποιήσονται χώραν. Καθέξουσι δὲ κοινῇ πάντες οἱ τῆς αἰχμαλωσίας ἀπαλλαγέντες, καὶ τὸ Ἐφραῒμ ὄρος, καὶ τὸ ὑποκείμενον πεδίον, καὶ τὸν τοῦ Βενιαμὶν κλῆρον, καὶ τὴν Γαλααδῖτιν ἅπασαν· ὅρους δὲ ἕξουσιν οὓς πάλαι εἶχον ὅρους οἱ Χαναναῖοι, ὡς τέλος εἶναι τὴν Σαρέφθαν τῆς ὑπὸ τοῦ Ἰσραὴλ κατεχομένης γῆς. Καθέξει δὲ καὶ τὴν Ἐφραθὰ πόλιν ἡ Ἱερουσαλὴμ, καὶ τὰς ταύτης ἔτι νοτιωτέρας· τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· «Κληρονομήσουσι τὰς πόλεις τοῦ Ναγέβ.» Οὐκ ἀρκεσθήσονται δὲ οὐδὲ ταύταις, ἀλλὰ καὶ τοῦ Ἡσαῦ τὸ ὄρος οἰκεῖον ποιήσονται, ὑπὸ βασιλεῖ τῷ Θεῷ στρατευόμενοι, καὶ αὐτῷ σφᾶς αὐτοὺς ἀναθέντες. Ἰστέον δὲ, ὡς συμφωνεῖ τῷ τέλει τῆσδε τῆς προφητείας, καὶ τῆς τοῦ μακαρίου Ἰεζεκιὴλ προφητείας τὸ τέλος. Καὶ γὰρ ἐκεῖ προδιαγράφει τῆς γῆς τὴν διαίρεσιν, καὶ προαγορεύει τοῦ λαοῦ τὴν ἐπάνοδον, καὶ τὴν μετὰ τὴν ἐπάνοδον δοθησομένην αὐτοῖς ὑπὸ τοῦ Θεοῦ δύναμιν καὶ ἰσχύν. Ταύτης καὶ ἡμᾶς τυχεῖν γένοιτο παρὰ τοῦ μεγαλοδώρου Θεοῦ· τευξόμεθα δὲ, εἰ τοῦ Ἡσαῦ καὶ τῶν ἀπογόνων τῶν ἐκείνου τὴν μίμησιν φύγοιμεν, καὶ κατὰ τὴν ἀποστολικὴν νομοθεσίαν χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων μάθοιμεν, καὶ τὸ αὐτὸ φρονεῖν εἰς ἀλλήλους ἐθέλοιμεν. Τῇ τοιαύτῃ γὰρ πολιτείᾳ τὸν τῶν ἁπάντων Κύριον θεραπεύοντες, ἀπολαυσόμεθα τῶν παρ' αὐτοῦ δωρεῶν, χάριτι τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.