# Interpretatio in xii prophetas minores 81.1720

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1720

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ. ΥΠΟΘΕΣΙΣ. Πάντας ἀνθρώπους δημιουργήσας ὁ τῶν ὅλων Θεὸς, πάντων ὁμοίως διατελεῖ προμηθούμενος· εἰ καὶ πλέον πάλαι ποτὲ τῶν Ἰσραηλιτῶν ἐπιμελούμενος ὤφθη, καὶ τοῦτο δὲ εἰς κοινὴν ἁπάντων ἀνθρώπων εὐεργεσίαν ἐποίει. Ὥσπερ γὰρ τοῦ Ἰσραὴλ τὴν προσήκουσαν κηδεμονίαν ποιούμενος, οὐ πρὸς ἕκαστον διαλεγόμενος τὸ πρακτέον ἐδείκνυ, ἀλλ' ἕνα τὸν ἄριστον ἐξ ἁπάντων ἐκλεγόμενος, νῦν μὲν Μωσέα τὸν μέγαν, νῦν δὲ Ἰησοῦν τὸν Ναυῆ, ἄλλοτε δὲ τὸν Σαμουὴλ, καὶ ἐν ἑτέρῳ καιρῷ τὸν Ἠλίαν, καὶ δι' ἑκάστου τῶν εἰρημένων, ἢ νόμους τιθεὶς, ἢ θαυμαστὰ δεικνὺς, ἢ παραινέσεις προσφέρων, ἐποδήγει πρὸς σωτηρίαν· οὕτω τὸν Ἰσραηλίτην λαὸν τῶν ἄλλων ἐθνῶν ὁ Θεὸς ἀποκρίνας, τῇ περὶ τούτων ἐπιμελείᾳ, καὶ ταῖς συχναῖς ἐπιφανείαις, καὶ ἀῤῥήτοις θαυματουργίαις, ὑπεδείκνυ καὶ τοῖς ἄλλοις ἔθνεσι τὴν εἰς θεογνωσίαν ὁδόν. Τοῦτο γὰρ ἡμᾶς καὶ διὰ τοῦ θεσπεσίου ἐδίδαξεν Ὡσηέ. «Σκοπὸς γὰρ, φησὶν, Ἐφραῒμ μετὰ Θεοῦ προφήτης.» Οἷον γάρ τινα σκοπὸν καὶ προφήτην προὐβάλετο τὸν λαὸν εἰς τὴν τῶν ἄλλων ἐθνῶν ὠφέλειάν τε καὶ σωτηρίαν. Οὕτω καὶ διὰ τούτων μεμάθηκεν Αἴγυπτος τὴν ἄῤῥητον δύναμιν τοῦ τῶν ὅλων Θεοῦ. Καὶ τὸν ἐκείνων δὲ ὄλεθρον εἰς ἅπαντας ἀνθρώπους ἡ φήμη διαγαγοῦσα, θαυμάζειν ἅπαντας παρεσκεύασε τῆς θείας προμηθείας τὸ δίκαιον. Ἐντεῦθεν Ῥαὰβ ἡ πόρνη, τῆς θεογνωσίας δεξαμένη τὴν αἴγλην, ἔλεγε τοῖς κατασκόποις· «Διότι ἐπέπεσεν ὁ φόβος ὑμῶν καὶ ὁ τρόμος ὑμῶν ἐφ' ἡμᾶς· ἠκούσαμεν γὰρ ὅπως κατεξήρανε Κύριος ὁ Θεὸς τὴν Ἐρυθρὰν θάλασσαν ἔμπροσθεν ὑμῶν, καὶ διήγαγεν ὑμᾶς, ὅτι Κύριος ὁ Θεὸς ὑμῶν, Θεὸς ἐν οὐρανῷ ἄνω, καὶ ἐπὶ τῆς γῆς κάτω.» Καὶ χρόνοις δὲ πολλοῖς ὕστερον τὴν κιβωτὸν οἱ Ἀλλόφυλοι θεασάμενοι, μετὰ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
