Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1721
Not analysed yet
δέους καὶ φρίκης ἐβόων· «Οὗτος ὁ Θεὸς ὁ πατάξας τὴν Αἴγυπτον.» Καὶ τῶν Ἀσσυρίων δὲ τὰς πολλὰς ἐκείνας χιλιάδας πρὸ τῶν τῆς Ἱερουσαλὴμ περιβόλων κατακοντίσας, καὶ μετ' ὀλίγων φυγεῖν τὸν Σενναχηρεὶμ ἀναγκάσας, δήλην αὑτοῦ πεποίηκε πᾶσιν ἀνθρώποις τὴν δύναμιν. Κἀν τῇ Βαβυλῶνι δὲ τοῖς λέουσι παραδοθέντα τὸν Δανιὴλ φυλάξας ἀλώβητον, καὶ τὴν σφοδροτάτην ἐκείνην τῆς καμίνου φλόγα μεταβαλὼν εἰς δρόσον, ὡς τοὺς μακαρίους ἐκείνους παῖδας χορείαν ἐν μέσῳ συστήσασθαι, καὶ ὕμνον ὑφῆναι, καὶ τὸν ἀλαζόνα βασιλέα κατέπληξε, καὶ δι' ἐκείνου τοὺς ὑπηκόους ἐδίδαξεν, ὡς μόνος Θεὸς τῶν Ἰσραηλιτῶν ὁ Θεός. Καὶ ἐπὶ Κύρου δὲ τοῦ Πέρσου τὴν πολυθρύλλητον ἐκείνην ἐπάνοδον τῷ λαῷ δωρησάμενος, καὶ μόνοις ἐκ πάντων τῶν αἰχμαλώτων γεγενημένων χαρισάμενος τὴν τῆς δουλείας ἀπαλλαγὴν, καὶ τὸν νεὼν τὸν οἰκεῖον δειμάμενος, καὶ τὴν Ἱερουσαλὴμ εἰς τὴν προτέραν ἐπαναγαγὼν εὐπραξίαν, δεδήλωκε πάλιν, οὐ τοῖς πελάζουσι μόνοις, ἀλλὰ καὶ τοῖς ἄποθεν οἰκοῦσιν, ὡς μόνος ἐστὶν ἱκανὸς προμηθεῖσθαι καὶ προστατεύειν ὧν βούλεται. Καὶ ἐπὶ τῶν Μακεδόνων δὲ πολλάκις τὴν οἰκείαν ὑπέδειξε δύναμιν, καὶ μέντοι καὶ διὰ τῶν προφητῶν θαυματουργῶν καὶ τὰ ἐσόμενα προλέγων, πολλὰ τῶν ἐθνῶν πρὸς ἀλήθειαν ἐποδήγησεν. Οὕτω τὸν μέγαν Ἐλισσαῖον τὸ τῶν Σύρων ἔδεισεν ἔθνος, ποτὲ μὲν ἀορασίας ὑπ' αὐτοῦ δεξάμενον νέφος, ποτὲ δὲ τοῦ Νεεμὰν τὴν κάθαρσιν θεασάμενον. Τοσοῦτον γὰρ ἔσχε τοῦδε τοῦ προφήτου σέβας, ὡς ἀῤῥωστίᾳ περιπεσόντα τὸν βασιλέα πρὸς τοῦτον ἀποστεῖλαι τὸν Ἀζαὴλ πευσόμενον εἰ ῥωσθήσεται· καὶ αὐτὸν δὲ τὸν Ἀζαὴλ οὗτος αὐτὸς ὁ προφήτης ἔχρισε βασιλέα τοῖς Σύροις. Καὶ τὸν θεσπέσιον δὲ Ἱερεμίαν τοσαύτης ἠξίωσε τιμῆς τῶν Βαβυλωνίων ὁ βασιλεὺς, ὡς αἵρεσιν αὐτῷ τῆς οἰκήσεως δοῦναι· καὶ τοὺς μὲν ἄλλους ἅπαντας καὶ βασιλέας καὶ ἄρχοντας αἰχμαλώτους ἀπήγαγε, τούτῳ δὲ μόνῳ δέδωκεν ἐξουσίαν διάγειν ὅπου βούλεται. Οὕτω καὶ τὸν μακάριον Ἰωνᾶν Νινευϊτῶν ὁ τῶν ὅλων Θεὸς προφήτην ἐχειροτόνησε. Πόλις δὲ ἦν αὕτη πάλαι μεγίστη, καὶ τοῦ τῶν Ἀσσυρίων βασιλέως τὰ βασίλεια δεξαμένη. Ἐπειδὴ γὰρ ἔμελλεν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος δι' ἀνθρωπείας φύσεως ἐπιφαίνεσθαι τοῖς ἀνθρώποις, καὶ ἅπαντα τὰ ἔθνη τῷ τῆς θεογνωσίας καταφωτίζειν φωτὶ, καὶ πρὸ τῆς οἰκείας ἐνανθρωπήσεως τὴν θείαν αὑτοῦ τοῖς ἔθνεσιν ὑποδείκνυσι προμήθειαν, ἵνα τοῖς προλαβοῦσι τὰ ἐσόμενα βεβαιώσῃ, καὶ διδάξῃ πάντας, ὡς οὐκ Ἰουδαίων ὁ Θεὸς μόνον, ἀλλὰ καὶ ἐθνῶν, καὶ τῆς Παλαιᾶς καὶ Νέας Διαθήκης τὴν συγγένειαν δείξῃ. Εἰ γὰρ μηδεμίαν τῶν ἐθνῶν πρὸ τῆς ἐνανθρωπήσεως ἐποιήσατο πρόνοιαν, ἕτερον ἂν αὐτὸν ὑπέλαβον Ἰουδαῖοι Θεὸν, ὡς ἐναντία δρῶντα τῷ δεδωκότι τὸν νόμον· ὁ μὲν γὰρ μόνον Ἰουδαίων ἐφρόντιζεν· οὗτος δὲ πάντων ἀνθρώπων ἐποιεῖτο τὴν ἐπιμέλειαν. Τοῦτο δὲ πέπονθε Μαρκίων ὁ