# Interpretatio in xii prophetas minores 81.1724

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1724

βδελυρὸς, ἄλλον τοῦτον παρ' ἐκεῖνον φήσας Θεὸν, καὶ ταῦτα κἀν τῇ Παλαιᾷ τὴν περὶ πάντας ἀνθρώπους αὐτοῦ θεασάμενος πρόνοιαν. Ἀλλ' ἵνα μὴ πέρα τοῦ μέτρου μηκύνωμεν, ἐπ' αὐτὴν ἔλθωμεν τοῦ προφήτου τὴν ἑρμηνείαν. ΚΕΦΑΛΑΙΟΝ Αʹ. Ὁ μακάριος Ἰωνᾶς καὶ ἄλλας ἐποιήσατο προφητείας· οὐκ ἐμφέρονται δὲ αὗται τῷ συγγράμματι τούτῳ· μεμαθήκαμεν δὲ ἐκείνας ἐκ τῆς τετάρτης τῶν Βασιλειῶν. Περὶ γὰρ τοῦ Ἱεροβοὰμ, ὃς τρίτος ἐξ Ἰηοῦ γεγονὼς τῶν δέκα φυλῶν ἐβασίλευσε, τοιαῦτα ἡ Γραφὴ διδάσκει· Αὐτὸς ἀποκατέστησε τὸ ὅριον Ἰσραὴλ ἀπὸ εἰσόδου Ἠμὰθ, ἕως τῆς θαλάσσης τῆς πρὸς ἑσπέραν, κατὰ τὸ ῥῆμα Κυρίου Θεοῦ Ἰσραὴλ, ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὑτοῦ Ἰωνᾶ, τοῦ υἱοῦ Ἀμαθεὶ, τοῦ προφήτου τοῦ ἀπὸ Γεθοφρᾶ. Καὶ ἡ προφητεία δὲ τὴν αὐτὴν ἔχει τοῦ πατρὸς προσηγορίαν. Τοῦτον ἐκέλευσεν ὁ τῶν ὅλων Θεὸς εἰς Νινευῒ τὴν πόλιν ἀφικέσθαι, καὶ τὴν ἐσομένην αὐτοῖς διὰ τὴν πολλὴν παρανομίαν προαγγεῖλαι πανωλεθρίαν. «Ἀνέβη γὰρ, φησὶν, ἡ κραυγὴ τῆς κακίας αὐτῶν πρός με.» Τουτέστιν, εἰς πολλὴν ἐξώκειλαν πονηρίαν, ὥστε ὑπερβῆναι τῆς μακροθυμίας τοὺς ὅρους. Ἀλλὰ τούτων ὁ προφήτης τῶν λόγων ἀκούσας, φυγὴν τῆς ὑπακοῆς προτετίμηκε, καὶ ἀποδρᾶναι τετόλμηκεν εἰς Θαρσίς. Τὴν δὲ Θαρσὶς, τινὲς μὲν Ταρσὸν ἀπὸ τῆς τοῦ ὀνόματος συγγενείας ὑπέλαβον εἶναι, τινὲς δὲ τὴν Ἰνδίαν οὕτως ἔφασαν ὠνομᾶσθαι· συνιδεῖν οὐκ ἐθελήσαντες, ὡς τῶν Ἀσσυρίων ἡ βασιλεία τῆς Ἰνδῶν ἐστιν ὅμορος· ἔθος δὲ τοῖς φεύγουσι τὰ ἑῷα ἐπὶ τὴν ἑσπέραν χωρεῖν, καὶ τοῖς τὰ νότια δραπετεύουσιν ἐπὶ τὰ βόρεια τρέχειν· ἄλλως τε καὶ εἰς τὴν Ἰόππην κατῆλθε, πόλιν παραλίαν τῆς Παλαιστίνης, ἵνα ἐκεῖθεν ἀπάρῃ· ἐπίκειται δὲ τῇ πρὸς ἑσπέραν κειμένῃ θαλάττῃ. Διὰ τούτου δὲ τοῦ πελάγους οὐκ ἂν ναυτιλίᾳ τις χρώμενος εἰς Ἰνδίαν ἀπέλθοι· μεταξὺ γὰρ τῆς τε ἡμετέρας θαλάττης, καὶ τῆς Ἰνδικῆς, ἤπειρός ἐστι μεγίστη, ἡ μὲν οἰκουμένη, ἡ δὲ παντελῶς ἔρημος· καὶ ὄρη δὲ πλεῖστα καὶ μέγιστα, μεθ' ἃ τῆς Ἐρυθρᾶς θαλάσσης ὁ κόλπος, ᾧ τὸ Ἰνδικὸν ἀναμέμικται πέλαγος. Καὶ ἵνα μή τις ὑπολάβῃ λογισμοῖς ἡμᾶς παραλογίζεσθαι τὴν ἀλήθειαν, τὴν θείαν Γραφὴν παρέξομαι μάρτυρα, ὡς Θαρσὶς ἡ Καρχηδών ἐστι τῆς Ἀφρικῆς προκαθημένη. Ἐν γὰρ Ἡσαΐᾳ τῷ προφήτῃ, τῶν Ἑβδομήκοντα εἰρηκότων, «Ὀλολύξατε, πλοῖα Καρχηδόνος, ὅτι ἀπόλωλε τὸ ὀχύρωμα ὑμῶν,» Ἀκύλας, καὶ Σύμμαχος, καὶ Θεοδοτίων, Θαρσὶς ἀντὶ τῆς Καρχηδόνος τεθείκασι. Τοῦτο γὰρ τὸ ὄνομα

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
