# Interpretatio in xii prophetas minores 81.1725

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1725

καὶ ἡ Ἑβραίων ἔχει γραφή. Οὕτω δὲ καὶ τοῦ θεσπεσίου Ἰεζεκιὴλ Καρχηδονίων μνήμην ποιησαμένου, καὶ παρὰ τῷ Ἑβραίῳ, καὶ παρὰ τῷ Σύρῳ εὑρήκαμεν τὸ Θαρσίς. Ἐξ ὧν ποδηγηθέντες, τὸν μακάριόν φαμεν Ἰωνᾶν οὐκ εἰς Ἰνδίαν, ἀλλ' εἰς Καρχηδόνα ποιήσασθαι τὴν φυγήν. Πεποίηκε δὲ τοῦτο σαφῶς μὲν εἰδὼς, ἅτε δὴ προφήτης, ὡς πανταχοῦ πάρεστι τῶν ὅλων ὁ Κύριος, καὶ τόπος οὐδεὶς ἔρημος τῆς αὐτοῦ προμηθείας· ὑπολαμβάνων δὲ ὅμως ἐν μόνῃ τῇ Ἱερουσαλὴμ αὐτὸν ποιεῖσθαι τὴν ἐπιφάνειαν. Οὐκ ὄκνος δὲ αὐτῷ τῆς φυγῆς, οὐδὲ δέος ἐγένετο πρόξενον· ἀλλὰ τὰς τοῦ ἐλέου πηγὰς ἐπιστάμενος, αἷς χρώμενος ὁ κηρῦξαι κελεύσας ἅπαντα πρυτανεύει, καὶ εἰδὼς ὡς εἰ μεταμελείᾳ χρήσονται Νινευῗται, τεύξονται πάντως τῆς θείας φιλανθρωπίας, ἀπρεπὲς ἐνόμισε ψευδῆ δειχθῆναι τὴν πρόῤῥησιν, καὶ ψεύστης ἀντὶ προφήτου κληθῆναι. Ταύτην δὲ αὐτῷ τὴν ὑποψίαν ἐντέθεικε καὶ αὐτὸ τῆς ἀπειληθείσης τιμωρίας τὸ κήρυγμα. Ἐσκόπησε γὰρ, ὡς οὐκ ἂν προεμήνυσεν, εἴπερ κολάσαι ἠβούλετο· ἀλλὰ μετανοίας ἐστὶ δήπουθεν προτροπὴ, τῆς τιμωρίας ἡ ἀπειλή. Πρὸς δὲ τούτῳ καὶ τῶν Ἰουδαίων κατηγορίαν ὑπέλαβεν ἔσεσθαι τὴν τῶν Νινευϊτῶν εὐπείθειαν, ὡς τῶν μὲν ἀγνῶτι καὶ ἀλλοφύλῳ πεπιστευκότων ἀνδρὶ, τῶν δὲ μυρίοις προφήταις ὁμοφύλοις, μετὰ θαυματουργίας τὴν προφητείαν ποιουμένοις, διηνεκῶς ἀπειθούντων, καὶ ὄνησιν οὐδεμίαν παρ' αὐτῶν δεχομένων. Διὰ ταῦτα τὸ κελευσθὲν εὐθὺς οὐ πεποίηκεν· ἀλλὰ καὶ τὴν διὰ θαλάσσης φυγὴν ἐποιήσατο, νομίσας ὅτι τάχιστα τῆς τοιαύτης ὑπουργίας ἀπαλλαγήσεται. Ἔδωκε δὲ καὶ τὸν τῆς ναυτιλίας μισθὸν, οὐδὲ τῆς ἐντεῦθεν αὐτὸν ζημίας ἐπισχεῖν δυνηθείσης. Ἀλλ' ὁ γῆς, καὶ θαλάττης, καὶ τῶν οὐρανῶν Ποιητὴς, ἐγείρει κατὰ τοῦ σκάφους κλύδωνα, καὶ τὰ τῶν κυμάτων περιβάλλει τῷ πλοίῳ δεσμὰ, καὶ τῶν ἄλλων πάντων ἐξουρίων φερομένων, περὶ τοῦτο μόνον τὸ πλοῖον ἐγίνετο τῆς θαλάττης ἡ ζάλη, καὶ τὸ ῥόθιον ἔζει. Καὶ τοῦτο ἡμᾶς τῶν ναυτῶν ὁ κλῆρος διδάσκει σαφῶς· οὐ γὰρ ἂν, εἴπερ κοινὸς ἦν ὁ κλύδων, κλήρῳ μαθεῖν ἐπεχείρησαν τὸν τοῦ κλύδωνος αἴτιον· ἀλλ' ἐπειδὴ τοὺς ἄλλους ἑώρων ἀκινδύνως διατέμνοντας τῆς θαλάττης τὰ νῶτα, τὴν δὲ σφετέραν ὁλκάδα βαλλομένην ταῖς τρικυμίαις, πρῶτον μὲν ἐτράποντο πρὸς εὐχὰς, ὃν ἕκαστος ἐνόμιζε Θεὸν ἱκετεύοντες· οὐδένα δὲ πόρον σωτηρίας ἐντεῦθεν εὑρίσκοντες, ὕπνῳ τὸν Ἰωνᾶν κατεχόμενον ἀφυπνίζουσιν. Ὑπὸ γὰρ τοῦ συνειδότος κεντούμενος, καὶ τῇ ἀθυμίᾳ βαλλόμενος, καὶ τῶν λογισμῶν τὰς ἀκίδας οὐ φέρων, ἐμηχανήσατο τὴν ὑπὸ τοῦ ὕπνου παραψυχήν. Καὶ τοσούτου κατὰ τοῦ σκάφους γιγνομένου θορύβου, τῶν κυμάτων ἔξωθεν προσρηγνυμένων, καὶ τῶν ναυτῶν ἔνδοθεν ταραττομένων, αὐτὸς οὐχ ἁπλῶς οὐδὲ μετρίως ἐκάθευδεν, ἀλλὰ βαθεῖ κατεχόμενος ὕπνῳ καὶ ἔρεγχεν, ὡς αὐτὸς συγγράψας ἐδίδαξεν. Ἀλλὰ διαναστήσας αὐτὸν ὁ πρωρεὺς, τὸ μὲν πρῶτον εὐχὰς προσφέρειν τῷ οἰκείῳ Θεῷ κατ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
