Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1728
Not analysed yet
ηνάγκασεν, ἀγνοῶν ὡς τὴν τοιαύτην ἀφεῖλεν ἡ φυγὴ παῤῥησίαν. Ἐπειδὴ δὲ λύσιν οὐδαμόθεν ἐλάμβανε τὰ δεινὰ, κλήρῳ μαθεῖν ἠδυνήθησαν τὸν τοῦ κλύδωνος αἴτιον, εἰδότες, ὡς εἰκὸς (τὴν γὰρ φυσικὴν ἐκέκτηντο γνῶσιν), ὡς ἔστι τοῖς ἁμαρτάνουσιν ἀποκειμένη ποινὴ, καὶ δίκας τίνομεν ὧν πλημμελοῦμεν ἀξίας. Ἐπειδὴ δὲ τοῦ προφήτου κατήγορος καὶ μάρτυς ὁ κλῆρος ἐγένετο, ἄγεται εἰς τὸ κριτήριον, καὶ δρῶσιν οἱ ναῦται τὰ δικαστῶν, καὶ ἀπαιτοῦσιν εὐθύνας τῶν βεβιωμένων τὸν Ἰωνᾶν. ηʹ. «Ἀπάγγειλον γὰρ, φασὶν, ἡμῖν, τίς σου ἡ ἐργασία ἐστὶ, καὶ πόθεν ἔρχῃ, καὶ ποῦ πορεύῃ, καὶ ἐκ ποίας χώρας, καὶ ἐκ ποίου λαοῦ εἶ σύ.» Οὕτω μετὰ ἀκριβείας ἁπάσης ἐξήταζον, πανταχόθεν μαθεῖν ἐθέλοντες τὴν τοῦ χειμῶνος αἰτίαν· οὗ χάριν οὐ μόνον πόθεν τε ἀπῆρε, καὶ ποῦ βαδίζει κελεύουσιν εἰπεῖν, ἀλλὰ καὶ ἐκ ποίου ἔθνους κατάγει τὸ γένος, ἵνα καὶ ἐκ τῶν κοινῶν τοῦ ἔθνους ἐπιτηδευμάτων μάθωσι τοῦ ἀνθρώπου τὸν βίον. Πρὸς ταῦτα τοίνυν ἀποκρινόμενος ὁ μακάριος Ἰωνᾶς ἔλεγε· θʹ. «Δοῦλος Κυρίου ἐγώ εἰμι, καὶ Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι, ὃς ἐποίησε τὴν θάλασσαν καὶ τὴν ξηράν.» Θαυμάσιος ἀληθῶς ὁ προφήτης, καὶ πάσης ἄξιος εὐφημίας. Καὶ γὰρ θανάτου προσδεχόμενος ψῆφον, κήρυξ γίνεται τῆς τοῦ Θεοῦ τῶν ὅλων δυνάμεως, ποιητὴν αὐτὸν τῶν ἁπάντων καὶ Δεσπότην ἀποκαλῶν. Ἐπειδὴ γὰρ εἰδώλοις ἐλάτρευον τὸ τηνικαῦτα τῶν ἀνθρώπων οἱ πλεῖστοι, τὸν δὲ τῶν ἁπάντων ἠγνόουν Δημιουργόν· ἀναγκαίως ὁ μακάριος προφήτης τοῦτον τοῖς ἀγνοοῦσιν ἀποκαλύπτει· ὁμολογεῖ δὲ καὶ τὴν πρόφασιν τῆς φυγῆς, ὅτι Τοῦτον ὃν οἶδα, οὐ μόνον γῆς καὶ θαλάττης, ἀλλὰ καὶ τῶν οὐρανῶν Δεσπότην καὶ ποιητὴν, ἀνοίᾳ χρώμενος διαφεύγειν ὑπέλαβον. ιʹ. «Καὶ εἶπον πρὸς αὐτόν· Τί τοῦτο πεποίηκας;» Ταῦτα, φασὶν, ἐπιστάμενος, καὶ τοὺς ἄλλους διδάσκειν πεπιστευμένος, πῶς ἠνέσχου φυγεῖν τὸν πανταχοῦ παρόντα Θεόν; Τοσαύτην φέρει τὴν αἰσχύνην τὸ μὴ εἴκειν Θεῷ· καὶ γὰρ ὁ προφήτης, ὁ τῶν ἄλλων διδάσκαλος, ὑπὸ τῶν ἀγνοίᾳ κατεχομένων τῆς μέμψεως τὴν ψῆφον ἐδέχετο. Ἀλλ' ὅμως καὶ τῶν παρ' αὐτοῦ λόγων ἀκούσαντες, καὶ λίαν αὐτῷ μεμψάμενοι, καὶ νεμεσήσαντες, οὐκ ἀνέχονται τὴν τοῦ θανάτου ψῆφον ἐξενεγκεῖν· ἀλλ' αὐτὸν ὡς προφήτην ἀναμένουσι τὸ πρακτέον δηλῶσαι. ιαʹ. «Τί σοι γὰρ, φασὶ, ποιήσομεν, καὶ κοπάσει ἡ θάλασσα ἀφ' ἡμῶν;» Σφοδρότερος γὰρ ὁ κλύδων καὶ μετὰ τὸν κλῆρον ἐγένετο. Τότε λοιπὸν ὁ μακάριος προφήτης τὴν θείαν ὀργὴν ἐγνωκὼς, αὐτὸς ἑαυτοῦ καταψηφίζεται θάνατον. ιβʹ. «Ἄρατε γάρ με, φησὶ, καὶ ἐμβάλ[λ]ετε εἰς τὴν θάλασσαν, καὶ κοπάσει ἡ θάλασσα ἀφ' ὑμῶν, διότι ἔγνωκα ἐγὼ, ὅτι δι' ἐμὲ ὁ κλύδων ὁ μέγας οὗτός ἐστιν ἐφ' ὑμῶν.» Ἀλλὰ καὶ τούτων ἀκούσαντες οἱ ναῦται τῶν λόγων, οὐκ εὐθὺς τὸ κελευσθὲν ἔδρασαν, ἀλλὰ ἀνέμειναν, παῦλάν τινα προσδοκῶντες ἔσεσθαι τῶν κακῶν, καὶ ταῖς κώπαις χρώμενοι