# Interpretatio in xii prophetas minores 81.1729

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1729

καταχθῆναι πρὸς τὴν γῆν ἐπειράθησαν. Ὡς δὲ καὶ τοῦτο ποιεῖν διεκώλυε τῆς θαλάττης ἡ βία, εὐχῇ τὸν Θεὸν ἱλασάμενοι πρότερον, οὕτω τὸν Ἰωνᾶν τῇ θαλάττῃ παρέδοσαν. ιδʹ. «Μηδαμῶς γὰρ, φασὶ, Κύριε, μὴ ἀπολώμεθα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνθρώπου τούτου, καὶ μὴ δῷς ἐφ' ἡμᾶς αἷμα δίκαιον· διότι σὺ, Κύριε, ὃν τρόπον ἠβούλου, πεποίηκας.» Καὶ σαφῶς μεμαθηκότες ὑπὸ τοῦ Θεοῦ τὴν κατ' αὐτοῦ ψῆφον ἐξενηνέχθαι, ἱκετεύουσι μὴ δοῦναι δίκας ὑπουργοῦντες τῇ ψήφῳ· «Μὴ δῷς γὰρ, φασὶν, ἐφ' ἡμᾶς αἷμα δίκαιον·» τουτέστιν, Ὑπὲρ ἀθώου αἵματος μὴ τίσωμεν, ὦ Δέσποτα, δίκας. Οὕτω δὲ καὶ τοῦ προφήτου τῇ θαλάττῃ παραδοθέντος, ἐστορέσθη μὲν τῶν κυμάτων ἡ ζάλη, δέος δὲ πλέον εἰσεδέξαντο ταῖς ψυχαῖς οἱ τούτου γενόμενοι θεαταὶ, ὡς καὶ θυσίας προσενεγκεῖν μετὰ τὴν ἐπάνοδον τῷ Θεῷ, καὶ πιστεῦσαι τοῦτον εἶναι μόνον τῶν ἁπάντων Δεσπότην. ΚΕΦΑΛ. Βʹ. Τὸν δὲ Ἰωνᾶν θείῳ νεύματι (τοῦτο γὰρ εἶπε, Προσέταξεν ὁ Θεὸς) κῆτος ὑπεδέξατο μέγιστον, οὐδεμίαν αὐτῷ λώβην διὰ τῶν ὀδόντων προσενεγκών; ἡ δὲ κοιλία τοῦ κήτους οἴκησις ἐγένετο τῷ προφήτῃ τρεῖς ἡμέρας καὶ νύκτας τοσαύτας, καὶ ἡ ἀλλοιωτικὴ δύναμις τῆς γαστρὸς ἐνεργεῖν ἐκωλύετο. Ἐν τοσαύτῃ δὲ ὁ προφήτης εὐρυχωρίᾳ διῆγεν, ὡς καὶ προσευχὴν προσενεγκεῖν τῷ Θεῷ. γʹ. «Ἐβόησα γὰρ, φησὶν, ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου, ἐκ κοιλίας ᾅδου τῆς κραυγῆς μου.» Ἐγὼ γὰρ, φησὶν, ὁ πάλαι νομίζων ἐν Ἱεροσολύμοις μόνον αὐτὸν ἐπιφαίνεσθαι τοῖς προφήταις, καὶ ἐν τῇ κοιλίᾳ τοῦ κήτους ηὗρον παρόντα, καὶ προσενεγκὼν ἱκετηρίαν τῆς παρ' αὐτοῦ φιλανθρωπίας ἀπήλαυσα. ᾍδου δὲ κοιλίαν τὴν κοιλίαν τοῦ κήτους ἐκάλεσεν, ἐπειδὴ καὶ τὸ θηρίον θανατηφόρον, καὶ τῇ φύσει δὲ τῶν γεγενημένων νεκρὸς ἦν, ἔζη δὲ μόνῃ τῇ χάριτι. Ἄλλως τε καὶ ὡς τύπος τοῦ Δεσπότου Χριστοῦ, τοῦ ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ νύκτας τρεῖς πεποιηκότος· εἰκότως ἑαυτὸν ἐν κοιλίᾳ ᾅδου γεγενῆσθαί φησι. Καὶ τὸ πάντων παραδοξότατον, ὅτι ὁ μὲν ἀληθῶς τοῦ θανάτου γευσάμενος, ἐν τῇ κοιλίᾳ τῆς γῆς ἔφη ἔσεσθαι τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας· ὁ δὲ ὑπὸ τὴν σκιὰν τοῦ θανάτου, ᾅδου κοιλίαν καλεῖ τὴν τοῦ κήτους κοιλίαν. Τῷ μὲν γὰρ Ἰωνᾷ οὐκ ἐν τῇ ἐξουσίᾳ ἦν ἡ ζωή· τῷ δὲ Δεσπότῃ Χριστῷ, καὶ ὁ θάνατος αὐθαίρετος, καὶ ἡ ἀνάστασις ἐθελούσιος· τούτου χάριν ἐκεῖ μὲν ὅπου ᾅδης καὶ θάνατος, καρδία γῆς προσηγόρευται· ἐνταῦθα δὲ ᾅδης ἡ κοιλία τοῦ κήτους ὠνόμασται. «Ἤκουσας, φησὶ, φωνῆς μου·» οὐ γὰρ ἂν μέχρι τοῦ παρόντος διετέλεσα ζῶν. δʹ. «Ἀπέῤῥιψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοὶ ἐκύκλωσάν με.» Πάλιν τῆς καρδίας ἡ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
