Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1732
Not analysed yet
μνήμη δείκνυσι τὴν σκιὰν ἐοικυῖαν τῇ ἀληθείᾳ· ποταμοὺς δὲ λέγει τῶν κυμάτων τὰ προσβολάς. «Πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον. (εʹ.) Κἀγὼ εἶπον· Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου.» Τῇ τῶν κακῶν κατεχόμενος ἀωρίᾳ, καὶ πάλαι μὲν μετέωρος ὑπὸ τῶν κυμάτων φερόμενος, νῦν δὲ ὡς ἐν δεσμωτηρίῳ ἐν τῇ κοιλίᾳ τοῦ κήτους καθειργόμενος, ἔγνων ὅτι τῆς σῆς ἐγυμνώθην προνοίας, καὶ τούτου χάριν τούτων ἕκαστον ὑπομένω. «Ἆρα προσθήσω τοῦ ἐπιβλέψαι με πρὸς ναὸν τὸν ἅγιόν σου; (ϛʹ.) Περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου, ἄβυσσος ἐκύκλωσέ με ἐσχάτη.» Ὑπ' αὐτῆς γὰρ τῆς ἀβύσσου κυκλούμενος, καὶ ἐν μέσῳ τοσούτων ὑδάτων γεγενημένος, ἐνδοιάζω, καὶ δέδια μὴ παντελῶς στερηθῶ τῆς ἐπεράστου μοι θεωρίας τοῦ σοῦ ναοῦ. ζʹ. «Ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων, καὶ κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι.» Ὁρῶ γὰρ ἐμαυτὸν ὑπό τινων ὀρῶν μεγίστων κυκλούμενον, καὶ μοχλοῖς τισιν ἀῤῥαγέσι πανταχόθεν περιειργόμενον· αἰνίττεται δὲ διὰ τούτων οὐ μόνον τοῦ κήτους τὸ μέγεθος, ἀλλὰ καὶ τὸ ἄφυκτον τῶν κατεχόντων κακῶν· εἰκὸς δὲ καὶ ὄρη τινὰ λέγειν τὰ τοῖς ὕδασι τοῖς θαλαττίοις κρυπτόμενα, οἷς ἔστιν ὅτε καὶ τὰ σκάφη προσρηγνύμενα διαφθείρεται, ἃ σαφῶς οἱ ναῦται γινώσκοντες, τὰς ὑφάλους πέτρας διαφεύγειν σπουδάζουσι. «Καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου πρὸς σὲ, Κύριε, ὁ Θεός μου. (ηʹ.) Ἐν τῷ ἐκλείπειν ἀπ' ἐμοῦ τὴν ψυχήν μου, τοῦ Κυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν ἅγιόν σου.» Ἐπειδὴ, φησὶ, παρ' αὐτὰς ὢν τοῦ θανάτου τὰς πύλας τὴν περὶ σοῦ λήθην ἐν ἐμοὶ γενέσθαι οὐκ ἠνεσχόμην, ταύτης με, Δέσποτα, τῆς φθορᾶς ἐλευθερώσας εἰς τὴν ζωὴν ἐπανάγαγε, ἵνα πάλιν ἐν τῷ ἀφιερωμένῳ σοι ναῷ τὰς συνήθεις προσευχὰς προσενέγκω. θʹ. «Φυλασσόμενοι τὰ μάταια καὶ ψευδῆ, ἔλεον αὑτῶν ἐγκατέλιπον.» Οἱ τὰ ψευδῆ, φησὶ, καὶ μάταια δεδιδαγμένοι, τῷ κλήρῳ πεισθέντες ἀφειδῶς με τῇ θαλάττῃ παρέδοσαν. ιʹ. «Ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι, ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ.» Ἀπαλλαγεὶς γὰρ τῶν κατεχόντων δεινῶν, τὰς σωτηρίας σοι προσοίσω θυσίας, διηγούμενος καὶ τῆς σῆς εὐεργεσίας τὴν μεγαλουργίαν, καὶ τῆς ἐμῆς φυγῆς τὴν ζημίαν. Ὑποσχόμενος δὲ ταῦτα καὶ πεπλήρωκεν ὁ μακάριος Ἰωνᾶς, καὶ συγγραφῇ παρέδωκεν ἅπαντα, ὥστε μὴ μόνον τοὺς τηνικάδε ἀνθρώπους, ἀλλὰ καὶ τοὺς ὀψιγόνους τὰ κατ' αὐτὸν μαθεῖν. Καὶ καθάπερ ὁ μακάριος Δαβὶδ ἀνάγραπτον πεποίηκε τὴν οἰκείαν ἁμαρτίαν, καὶ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν κηρύττων, καὶ τοῖς ἁμαρτάνουσι τὰ φάρμακα τῆς μετανοίας ὑπο-