# Interpretatio in xii prophetas minores 81.1733

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1733

δεικνύς· οὕτως ὁ θαυμάσιος Ἰωνᾶς καὶ τὴν φυγὴν, καὶ τὴν ἐπενεχθεῖσαν αὐτῷ τιμωρίαν, καὶ τὴν δωρηθεῖσαν σωτηρίαν παραδέδωκεν ἱστορίᾳ. Ὁ δὲ φιλάνθρωπος Δεσπότης δεξάμενος τὴν εὐχὴν, οἷον ἀπό τινος εἱρκτῆς τῆς τοῦ κήτους κοιλίας τὸν προφήτην ἐξήγαγεν. ΚΕΦΑΛ. Γʹ. Ἀλλὰ πάλιν εὐθὺς παρηγγύησεν ἐκεῖνα δρᾶσαι, ἃ πρότερον ἤκουσε, καὶ τὴν μεγάλην πόλιν ἐκείνην καταλαβεῖν, καὶ τὸ κήρυγμα προσενεγκεῖν τῆς φοβερᾶς ἀπειλῆς· μαθὼν δὲ τῇ πείρᾳ τὴν ζημίαν ἣν φέρει τὸ ἀντιτείνειν Θεῷ, ποιεῖται τὴν πορείαν ὡς προσετάχθη, καὶ καταλαμβάνει τὴν Νινευΐ. Μηδεὶς δὲ ἀνοήτως πολυπραγμονείτω, πῶς αὐτὸν τὸ κῆτος ἐξήμεσε· πάντα γὰρ δυνατὰ βουλομένου Θεοῦ· μήτε μὴν παρὰ ποίαν αὐτὸν ἐξήγαγεν ἠϊόνα· καὶ τοῦτο γὰρ τῶν ἄγαν ἐστὶ περιττῶν. Ἀρκείσθω δὲ πᾶς εὐσεβὴς τῇ διδασκαλίᾳ τοῦ Πνεύματος. γʹ. «Ἡ δὲ Νινευῒ, φησὶν, ἦν πόλις μεγάλη τῷ Θεῷ, ὡσεὶ πορείας ὁδοῦ ἡμερῶν τριῶν.» Περὶ πολλοῦ, φησὶν, ὁ Θεὸς τὴν ταύτης ἐποιεῖτο σωτηρίαν, ἅτε δὴ πολλοὺς ἐν αὐτῇ διαπλάσας ἀνθρώπους. Τὸ δὲ, «Ὡσεὶ πορείας ὁδοῦ ἡμερῶν τριῶν,» τινὲς μὲν περὶ τῆς χώρας ἐξειλήφασι τῆς ὑπὸ τὴν πόλιν τελούσης, ὡς τριῶν ἡμερῶν ὁδὸν κατά τε τὸ μῆκος, καὶ τὸ εὖρος ἐχούσης· τινὲς δὲ ὡς τοῦ κηρύττοντος διὰ τριῶν ἡμερῶν ἅπασαν περινοστῆσαι δυναμένου τὴν πόλιν. Εἴτε δὲ τοῦτο, εἴτε ἐκεῖνό τις δέξαιτο, οὐδὲν λυμανεῖται τῇ ἀληθείᾳ· ἀλλ' ὅμως ἐμοὶ δοκεῖ τὸ δεύτερον ἀληθέστερον εἶναι· τοῦτο δέ με προαιρεῖσθαι τὸ ἐπαγόμενον ἀναγκάζει. δʹ. «Ἤρξατο γὰρ, φησὶν, Ἰωνᾶς τοῦ εἰσπορεύεσθαι εἰς τὴν πόλιν ὡσεὶ πορείαν ἡμέρας μιᾶς.» Οὐ κατ' εὐθὺ τῆς πόλεως ὁδεύων, ἀλλ' ἀγορὰς καὶ ἀγυιὰς, καὶ ῥύμας περινοστῶν, καὶ κηρύττων, ὅτι «Ἔτι τρεῖς ἡμέραι καὶ Νινευῒ καταστραφήσεται. Ταύτας δὲ καὶ ὁ Ἀκύλας, καὶ ὁ Σύμμαχος, καὶ ὁ Θεοδοτίων, τεσσαράκοντα ἔφασαν, συμφωνοῦσι δὲ τούτοις καὶ ὁ Σύρος, καὶ ὁ Ἑβραῖος· ἔχει δὲ καὶ τὸ εἰκὸς οὗτος ὁ ἀριθμός. Καὶ γὰρ τρισὶν ἡμέραις ποτὲ μὲν ἅπασαν ἐνόστησε τὴν πόλιν ὁ Ἰωνᾶς, ποτὲ δὲ τὴν μετάνοιαν τὴν ἐπίπονον ἐκείνην οἱ Νινευῗται τῷ Θεῷ προσενεγκόντες, τῆς παρ' αὐτοῦ σωτηρίας ἀπήλαυσαν· ποτὲ δὲ πρὸ τῶν πυλῶν καθήμενος τὸ τῆς προφητείας ἀνέμενε τέλος. Διό μοι δοκεῖ τὸ τῶν τεσσαράκοντα ἡμερῶν ἀληθέστερον εἶναι. Εἰκὸς δὲ καὶ τοὺς Ἑβδομήκοντα σύμφωνον τοῖς ἄλλοις τεθεικέναι τὸν ἀριθμόν· τοὺς δὲ τὴν ἀρχὴν ἐγγραψαμένους ἁμαρτεῖν περὶ τοῦτο, εἶτα οὕτω γενέσθαι πᾶσι τῶν ἀντιγράφων τὴν ἔκδοσιν. Οἱ δὲ Νινευῗται ἀγνῶτα ἄνδρα καὶ ἀλλόφυλον θεασάμενοι ἀπηχὲς ποιούμενον κήρυγμα, οὐ μόνον οὐκ ἐδυσχέραναν, οὐδὲ κατηκόντισαν, ἀλλὰ καὶ τῇ προῤῥήσει πιστεύσαντες, σάκκον ἀμπεχόμενοι, τῷ Θεῷ τὰς ἱκετείας προσέφερον, οἵ τε

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
