# Interpretatio in xii prophetas minores 81.1736

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1736

πλούτῳ κομῶντες, καὶ οἱ πενίᾳ συζῶντες· τοῦτο γὰρ εἶπεν· «Ἀπὸ μικροῦ καὶ ἕως μεγάλου αὐτῶν.» Ἐπειδὴ δὲ καὶ αὐτὸς ὁ βασιλεὺς τῶνδε τῶν λόγων κατήκουσε, τὸν μὲν χρυσήλατον καὶ λιθοκόλλητον κατέλιπε θρόνον, καὶ τὴν ἁλουργίδα ὡς ἀνόνητον ἀπεδύσατο, τὴν δὲ τοῦ σάκκου περιβολὴν ἀντὶ ταύτης ἐδέξατο· πάντας δὲ οὐ μόνον ἄνδρας καὶ γυναῖκας ἀσιτίᾳ προσέχειν, ἀλλὰ καὶ τῶν ἀλόγων προσέταξε τὰ γένη μηδεμιᾶς ἀπολαῦσαι τροφῆς, ὡς ἂν τῷ λιμῷ πιεζομένων, καὶ τῶν μὲν μυκωμένων, τῶν δὲ βληχομένων, καὶ ἑκάστων τῇ οἰκείᾳ κεχρημένων φωνῇ, θερμότερα μὲν οἱ ἄνθρωποι προσενέγκαιεν δάκρυα, ἀνοίξαιεν δὲ τοῦ Θεοῦ τὰς τοῦ ἐλέου πηγάς. Οὐ μόνον δὲ τῷ σάκκῳ, καὶ τῇ νηστείᾳ χρώμενοι, τῷ Θεῷ τὰς ἱκεσίας προσέφερον, ἀλλὰ, «Καὶ ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὑτοῦ τῆς πονηρᾶς, καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν, λέγοντες· (θʹ.) Τίς οἶδεν, εἰ ἐπιστρέψει ὁ Θεὸς, καὶ παρακληθήσεται, καὶ ἀποστρέψει ἀπὸ ὀργῆς θυμοῦ αὑτοῦ, καὶ οὐ μὴ ἀπολώμεθα;» Οὗτος γὰρ ὅρος ἀληθοῦς μετανοίας. «Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν.» Καὶ πάλιν· «Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν.» Καὶ οἱ Νινευῗται τοίνυν, τῆς προτέρας παυσάμενοι ἁμαρτίας, καὶ τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν τοῦ τρόπου δεξάμενοι, τῆς θείας εὐμενείας ἀπήλαυσαν. ιʹ. «Εἶδε γὰρ, φησὶν, ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὑτῶν τῶν πονηρῶν, καὶ μετενόησεν ὁ Θεὸς ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν.» Οὐ τῇ νηστείᾳ προσέσχεν, ἀλλὰ τῇ ἀποχῇ τῶν κακῶν· διὸ χαρίζεται μετανοίᾳ μετάνοιαν, οὐχ ὁμοίως ἡμῖν μετανοῶν (οὐ γὰρ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο βούλεται ὁ Θεὸς), ἀλλὰ τὴν μεταβολὴν τῆς ἀπειλῆς μετάνοιαν προσηγόρευσε· τούτου γὰρ ἕνεκα καὶ ἠπείλησε· κολάζειν δὲ βουλόμενος, οὐκ ἂν προσήνεγκεν ἀπειλὴν, ἀλλ' αὐτὴν τὴν τιμωρίαν ἐπέφερεν. Ἐπειδὴ δὲ μόνῃ χαίρει τῇ σωτηρίᾳ, ἀπειλεῖ τὰ λυπηρὰ, ἵνα μὴ ἐπαγάγῃ τὰ λυπηρά. Κακίαν δὲ τὴν ἀπειλὴν προσηγόρευσεν, οὐχ ὡς φύσει κακὴν οὖσαν· πῶς γὰρ ἂν εἴη κακὴ, ἡ κακίας μὲν παῦλαν, ἀρετῆς δὲ καὶ εὐνομίας κτῆσιν εἰσαγαγοῦσα; Τοῖς δὲ παρ' ἡμῖν πολιτευομένοις ὀνόμασιν ἡ θεία κεχρημένη Γραφὴ, κακίαν ὠνόμασε τῆς τιμωρίας τὴν ἀπειλὴν, ὡς κακοῦν καὶ ἀνιᾷν δυναμένην. Ταύτην τοῦ Θεοῦ φιλανθρωπίαν θεασάμενος ὁ προφήτης, ἀθυμεῖ καὶ ἀνιᾶται, ὡς τῆς προῤῥήσεως ἐλεγχομένης, καὶ ψευδοῦς φαινομένης. Εἶτα τῷ Θεῷ προσευχόμενος, καὶ τῆς φυγῆς τὴν αἰτίαν διδάσκων, ΚΕΦΑΛ. Δʹ. βʹ. «Οὐχ οὗτοι οἱ λόγοι μου, φησὶν, ἦσαν ἔτι ὄντος μου ἐν τῇ γῇ μου; Διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσίς.» Ταῦτα ἐπιστάμενος (ἑώρων γάρ σε πολλὴν καὶ περὶ τὸν Ἰσραὴλ μακροθυμίαν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
