# Interpretatio in xii prophetas minores 81.1744

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1744

Κύριος ἐξ οἴκου ἁγίου αὑτοῦ.» Ἐπειδὴ περὶ Σαμαρείας καὶ Ἱερουσαλὴμ ἔφη, πρὸς αὐτὸν παρὰ τοῦ Θεοῦ τῶν ὅλων γεγενῆσθαι τοὺς λόγους, εἰκότως οὐ λαὸν, ἀλλὰ λαοὺς εἰς ἀκρόασιν συναγείρει. Τὰς δὲ διῃρημένας εἰς δύο βασιλείας φυλὰς, οὐ λαὸν, ἀλλὰ λαοὺς ὀνομάζει, καὶ παρεγγυᾷ προσέχειν ἅπαντας τοὺς ἐκείνην οἰκοῦντας τὴν γῆν, ὡς τοῦ Δεσπότου Θεοῦ μαρτυρομένου, καὶ ἀπὸ τοῦ θείου νεὼ ποιουμένου τοὺς λόγους. γʹ, δʹ. «Ἰδοὺ γὰρ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὑτοῦ, καὶ καταβήσεται, καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς. Καὶ σαλευθήσεται ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς, καὶ ὡς ὕδωρ καταγόμενον ἐν καταβάσει.» Ὅτι οὐκ ἐν τόπῳ ὁ τῶν ὅλων Θεὸς (ἀσώματος γὰρ καὶ ἀπερίγραφος, καὶ φέρων τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὑτοῦ), ὑπὸ τῆς θείας Γραφῆς διδασκόμεθα. Ἐπειδὴ δὲ ἐν τῇ Ἱερουσαλὴμ τὴν ἐπιφάνειαν ἐποιεῖτο, τόπος αὐτοῦ ὁ νεὼς εἰκότως προσαγορεύεται. Οὕτω γὰρ καὶ διὰ τοῦ μεγάλου Μωσέως νομοθετεῖ· «Οὐκ ἔξεστί σοι ποιῆσαι τὸ Πάσχα ἐν μιᾷ τῶν πόλεών σου, ἀλλ' ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου.» Ἐκ τούτου τοῦ τόπου φησὶν αὐτὸν ὁ προφήτης ἐκπορεύεσθαι, καὶ τῶν ὑψηλῶν ἐπιβαίνειν τόπων, καὶ σείειν τὰ ὄρη τῇ παρουσίᾳ, καὶ τήκειν τὰς κοιλάδας κηροῦ δίκην πυρὶ προσπελάζοντος. Ταῦτα δὲ καὶ κατὰ τὸ ῥητὸν γίνεται βουλομένου τοῦ Θεοῦ, καὶ τροπικῶς νοούμενα τὴν ἀλήθειαν ἔχει. Ὄρη γὰρ σειόμενα τοὺς ἐπὶ δυναστείᾳ μεγαλοφρονοῦντας καὶ συμφοραῖς περιπίπτοντας ὀνομάζει· κοιλάδας δὲ τηκομένας, τῶν ἀρχομένων τὸ πλῆθος, οἳ δίκην κοιλάδων ὄρεσιν ὑποκειμένων ὑπὸ τὴν τῶν δυναστευόντων ἐξουσίαν τελοῦσι· καὶ ὕδατι δὲ παραπλησίως, ῥοίζῳ κατὰ τοῦ πρανοῦς φερομένῳ, τὰς τιμωρίας τοῖς ἀξίοις ἐπάγει. Καὶ τὴν αἰτίαν διδάσκων. εʹ. «Δι' ἀσέβειαν, φησὶν, Ἰακὼβ, πάντα ταῦτα, καὶ δι' ἁμαρτίαν οἴκου Ἰσραήλ.» Εἶτα δεικνὺς τῆς ἀσεβείας καὶ τῆς ἁμαρτίας τὸν τρόπον, κατ' ἐρώτησιν καὶ ἀπόκρισιν ποιεῖται τὸν ἔλεγχον. «Τίς ἡ ἀσέβεια οἴκου Ἰακώβ; οὐχὶ Σαμάρεια; Καὶ τίς ἡ ἁμαρτία οἴκου Ἰούδα; οὐχὶ Ἱερουσαλήμ;» Οἱ μὲν γὰρ Σαμάρειαν εἰδώλων ἐνέπλησαν· οἱ δὲ τὴν Ἱερουσαλὴμ οἰκοῦντες, καὶ τὸν θεῖον νόμον ἐν τῷ νεῷ παιδευόμενοι, παρανομίᾳ διετέλουν συζῶντες. Προσεκτέον δ, ὅτι ὃν ἄνω οἶκον Ἰσραὴλ ὠνόμασε, τοῦτον κατιὼν οἶκον Ἰούδα κέκληκε. Καὶ τὰς μὲν δέκα φυλὰς οἶκον Ἰακὼβ προσηγόρευσε, τῷ φυσικῷ χρησάμενος ὀνόματι· τὸ δὲ πνευματικὸν ὄνομα, τὸ τοῦ Ἰσραὴλ, ἐπιτέθεικε τῷ Ἰούδᾳ, ἐπειδὴ τὸν θεῖον ἔχοντες νεὼν εἶχον πολλοὺς εὐσεβεῖς. ϛʹ. «Καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
