# Interpretatio in xii prophetas minores 81.1745

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1745

ἀγροῦ, καὶ εἰς φυτείαν ἀμπελῶνος, καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω.» Τοσαύτῃ γὰρ ἐρημίᾳ παραδοθήσεται, ὡς φρούδους μὲν αὐτῆς καὶ παντελῶς ἀφανεῖς γενέσθαι τοὺς λίθους· ἀντὶ δὲ ἀγορῶν καὶ ἀγυιῶν, καὶ οἰκιῶν, τοὺς τῶν ἀμπέλων λαβεῖν ὀρχάτους, ὥστε καὶ σκηνάς τινας τῶν ἀμπέλων τοὺς φύλακας ἐν αὐτῇ καταπῆξαι. Ἐκ βάθρων δὲ καὶ τὰ τῶν εἰδώλων ἀνασπασθήσεται τεμένη. ζʹ. «Καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρὶ, καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν· διότι ἐκ μισθωμάτων πόρνης συνήγαγεν αὐτὰ, καὶ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν.» Ἐπειδὴ γὰρ ἐμὲ καταλιποῦσα τὴν τῶν εἰδώλων θεραπείαν προείλετο, καὶ οἷόν τινα μισθὸν τοῖς εἰδώλοις προσφέρουσα, καὶ βωμοὺς ἐδείματο καὶ τεμένη, καὶ ἀναθημάτων προσενήνοχε πλῆθος, καὶ ταῦτα σὺν αὐτῇ παραδώσω τοῖς πολεμίοις· τοῦτο δὲ αὐτῆς καὶ διὰ Ἰεζεκιὴλ ἐγκαλεῖ τοῦ προφήτου· «Ἐγένετο γάρ σοι, φησὶν, ἐναντία παρὰ πάσας τὰς γυναῖκας τὰς ὁμοίας σοι, ὅτι πᾶσα γυνὴ πόρνη μισθὸν λαμβάνει, σὺ δὲ μισθὸν ἐδίδους τοῖς ἐρασταῖς σου.» Εἰκὸς δὲ καὶ τὰς πορνευομένας γυναῖκας αἰνίττεσθαι, αἳ τῆς ἀκολασίας κομιζόμεναι τὸν μισθὸν, τὰς ἐντεῦθεν ἀπαρχὰς τῷ ἀκολάστῳ προσέφερον δαίμονι. Τοῦτο γὰρ καὶ μέχρι τοῦ παρόντος ποιεῖν τολμῶσί τινες. ηʹ. «Ἕνεκεν τούτου, φησὶ, κόψεται καὶ θρηνήσει· πορεύσεται ἀνυπόδητος καὶ γυμνή· ποιήσεται κοπετὸν ὡς δρακόντων, καὶ πένθος ὡς θυγατέρων Σειρήνων.» Ποιήσει δὲ τὴν τοῦ πένθους ὑπερβολὴν ἡ τῆς ὀδύνης ὑπερβολή. θʹ. «Ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς διότι ἦλθεν ἕως Ἰούδα, καὶ ἥψατο ἕως πύλης λαοῦ μου, ἕως Ἱερουσαλήμ.» Διὰ τούτων προσημαίνει τῶν Ἀσσυρίων τὴν ἔφοδον, Θεγλαθφαλασὰρ, Σαλμανασὰρ, Σενναχηρείμ· οἱ μὲν γὰρ τὰς δέκα φυλὰς ἐξανδραποδίσαντες, δορυαλώτους ἀπήγαγον· ὁ δὲ Σενναχηρεὶμ τὴν Λάχις καὶ τὰς ἄλλας πόλεις τῆς Ἰουδαίας πολιορκήσας ἐπόρθησε· μέχρι δὲ τῶν τῆς Ἱερουσαλὴμ πυλῶν μετὰ Ῥαψάκου πέμψας τῆς στρατιᾶς τὸ πλεῖστον, τῇ πείρᾳ μεμάθηκεν, ὡς οὐδενὸς περιέσται μὴ βουλομένου Θεοῦ. Τὸ δὲ, «Ποιήσεται ὡς κοπετὸν δρακόντων, καὶ πένθος ὡς θυγατέρων Σειρήνων,» εἴρηκεν ἀπὸ τῶν ἐν τοῖς μύθοις περιφερομένων, δεῖξαι τῆς ἀνίας τὴν ὑπερβολὴν βουληθείς. Ἐπειδὴ γὰρ εἰώθασι καὶ μετά τινος μέλους οἱ πενθοῦντες θρηνεῖν, καὶ δίκην δρακόντων συριττόντων ἐκ τῆς πυρπολουμένης καρδίας ἀναπέμπειν τὸ πνεῦμα, καὶ μετά τινος βίας τοῦτο προσφέρειν τε καὶ προΐεσθαι, τέθεικεν ἐκείνας τὰς προειρημένας εἰκόνας. Ἐπειδὴ δὲ ἀλγεῖν ἁπάσαις ταῖς

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
