# Interpretatio in xii prophetas minores 81.1748

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1748

τοῦ Ἰσραὴλ φυλαῖς προηγόρευσε, προεώρα δὲ τοὺς ἀλλοφύλους τοῖς τούτων ἐφησθησομένους κακοῖς, πρὸς αὐτοὺς τρέπει τὸν λόγον, καί φησιν· Ιʹ. «Οἱ ἐν Γὲθ, μὴ μεγαλύνεσθε, καὶ οἱ Ἐνακὶμ, μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου καταγέλωτα· γῆν καταπάσσασθε εἰς τὸν καταγέλωτα ὑμῶν.» Μὴ μεγαφρονεῖτε, ταῖς τούτων συμφοραῖς ἐφηδόμενοι, ὡς αὐτοὶ μένοντες ἀκήρατοι· ἀλλ' ἀντὶ τοῦ γέλωτος, ᾧ κατὰ τῶν Ἰσραηλιτῶν κέχρησθε, γῆν καταπαττόμενοι τὰς οἰκείας ὀλοφύρεσθε συμφοράς. Ἐνακὶμ δὲ οὐχ, ὥς τινες ὑπέλαβον, ἄλλη τις πόλις ἐστὶ παρὰ τὴν Γὲθ, ἀλλὰ τοὺς ἐνοικοῦντας τὴν Γὲθ Ἐνακὶμ ὀνομάζει, ὡς Ἐνὰκ τοῦ γίγαντος ἀπογόνους ὄντας. Καὶ τοῦτο πολλαχόθεν μαθεῖν δυνατὸν παρὰ τῆς θείας Γραφῆς. ιαʹ. «Κατοικούσης καλῶς.» Καθελῶ τὰς πόλεις αὐτῆς. Οὐδὲν γὰρ ὑμᾶς ὀνήσει, οὔτε τῶν οἰκοδομημάτων τὸ κάλλος, οὔτε ἡ τῶν χωρίων ἀσφάλεια· ἀλλ' ἀνάστατοι ὑμῶν αἱ πόλεις γενήσονται. «Οὐκ ἐξῆλθε κατοικοῦσα Αἰνὰν, κόψασθε οἶκον ἐχόμενον αὐτῆς· λήψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης.» Ἐπειδὴ συναλγῆσαι ὑμῖν οὐκ ἠθέλησε, καὶ ταῖς ὑμετέραις σωφρονισθῆναι παιδείαις, κοινωνήσει ὑμῖν ἄκουσα τῆς συμφορᾶς· μία δὲ τῶν γειτονευουσῶν αὐτοῖς πόλεων ἦν ἡ Αἰνάν. ιβʹ. «Τίς ἤρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας;» Ἐντεῦθεν πρὸς τὴν Ἱερουσαλὴμ μεταφέρει τὸν λόγον· ἔστι δὲ ἡ σύνταξις τῶν ῥητῶν συμπεπλεγμένη καὶ λίαν ἀσαφής. Χρὴ τοίνυν οὕτω συντάξαντας εὑρεῖν τὴν διάνοιαν· «Τίς ἤρξατο εἰς ὀδύνας κατοικούσῃ ἀγαθά;» Τῇ γὰρ εὐθηνουμένῃ, φησὶ, καὶ εἰρήνης ἀπολαυούσῃ, καὶ εὐπραξίας πολλῆς, τίς αἴτιος ἐγένετο τῶν συμφορῶν; Δεῖξαι δὲ βούλεται, ὡς οὐκ ἄνθρωπος αὐτῇ, ἀλλ' αὐτὸς ὁ τῶν ὅλων Θεὸς, ἐπάγει τὰς τιμωρίας, ποινὴν πραττόμενος ὧν ἠσέβησε. Τούτου χάριν ἐπάγει· «Ὅτι κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ.» Καὶ δεικνὺς ποῖα ταῦτα, προστέθεικε· ιγʹ. «Ψόφος ἁρμάτων καὶ ἱππευόντων.» Ταῦτα καὶ διὰ Ἡσαΐου τοῦ προφήτου σαφῶς ἡμᾶς ἐπαίδευσεν· «Οὐαὶ Ἀσσυρίοις. ἡ ῥάβδος τοῦ θυμοῦ μου ἐν ταῖς χερσὶν αὐτῶν, τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ, καὶ ἐν τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα καὶ προνομήν.» Οὕτω κἀνταῦθα· «Τίς ἤρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας; ὅτι κατέβη παρὰ Κυρίου ἐπὶ πύλας Ἱερουσαλὴμ ψόφος ἁρμάτων καὶ ἱππευόντων.» Ἐγὼ γὰρ, φησὶ, τῇ ἀγαθῶν ἀπολαύσει παντοδαπῶν τὰς ὀδύνας ἐπήγαγον, τῶν πολεμίων αὐτοῖς ἐπιστήσας τὸ πλῆθος. Καὶ ἐπειδὴ πρὸ τῆς Ἱερουσαλὴμ ἡ Λάχις ἐπορθήθη (τὴν μὲν γὰρ Ἱερουσαλὴμ ὁ Ναβουχοδονόσορ, τὴν δὲ Λάχις ὁ Σενναχηρεὶμ ἐξεπόρθησε), πρὸς αὐτὴν τρέπει τὸν λόγον. «Κατοικοῦσα Λάχις, ἀρχηγὸς ἁμαρτίας αὐτή ἐστι

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
