# Interpretatio in xii prophetas minores 81.1753

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1753

ηʹ. «Καὶ ἔμπροσθεν ὁ λαός μου εἰς ἔχθραν ἀντέστη κατέναντι τῆς εἰρήνης αὑτοῦ.» Τοῖς γὰρ ἐμοῖς νόμοις ἐναντία δρῶν ἑαυτὸν τῆς εἰρήνης ἐστέρησε. «Τὴν δορὰν αὐτοῦ ἐξέδειραν, τοῦ ἀφελέσθαι ἐλπίδα, συντριμμὸν πολέμου.» Διὰ γὰρ ταύτην τὴν μοχθηρίαν τρόπον τινὰ τῆς οἰκείας ἐγυμνώθη δορᾶς, ἔρημος τῆς ἐμῆς προνοίας γενόμενος, καὶ τὴν ἀγαθὴν ἀπολέσας ἐλπίδα, τῇ τοῦ πολέμου συντριβῇ παρεδόθη. θʹ. «Καὶ οἱ ἡγούμενοι δὲ τοῦ λαοῦ μου ἀποῤῥιφήσονται ἐκ τῶν οἰκιῶν τρυφῆς αὑτῶν, διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὑτῶν ἐξώσθησαν.» Σὺν τοῖς ἄλλοις γὰρ καὶ οἱ βασιλεῖς, καὶ οἱ ἱερεῖς, τῆς προτέρας στερηθέντες τρυφῆς, τὴν ἀλλοτρίαν δουλοπρεπῶς οἰκεῖν ἠναγκάσθησαν, δίκας ὧν ἐπλημμέλησαν τίνοντες. «Ἐγγίσατε ὄρεσιν αἰωνίοις. (ιʹ, ιαʹ.) Ἀνάστηθι καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις· ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ. Κατεδιώχθητε οὐδενὸς διώκοντος.» Τῇ γὰρ παρανομίᾳ σφᾶς αὐτοὺς ἐκδεδωκότες, αὐθαίρετοι μὲν εἵλεσθε τὴν πονηρίαν, πρόχειροι δὲ τοῖς πολεμίοις ἐγένεσθε. Εἰς τὰ ὄρη τοίνυν ἐκείνων βαδίζετε, ἃ ἄνωθεν ὁ Θεὸς ἐκεῖ δημιουργήσας ἐφύτευσε· τῆς ἐνταῦθα γὰρ διαίτης διὰ τὴν ἁμαρτίαν ἐστέρησθε. «Πνεῦμα γὰρ ἔστησε ψευδὲς, ἐστάλαξέ σοι ὡς οἶνον καὶ μέθυσμα.» Τὸ γὰρ τῆς ἐξαπάτης πνεῦμα, ἐν τοῖς ψευδοπροφήταις φθεγγόμενον, τὰς ψευδεῖς σοι προῤῥήσεις ἐνέσταξε, καὶ τὴν ἐντεῦθεν ἐνειργάσατο μέθην. «Καὶ ἔσται, ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου (ιβʹ.) συναγόμενος συναχθήσεται Ἰακώβ· σὺν πᾶσιν ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ἰσραὴλ, ἐπὶ τὸ αὐτὸ θήσομαι τὴν ἀποστροφὴν αὐτοῦ.» Αὕτη δὲ, φησὶν, ἡ ἐξαπάτη, ἡ παρὰ τῶν δαιμόνων διὰ τῶν ψευδοπροφητῶν ἐν ὑμῖν γινομένη, παρασκευάσει καὶ ὑμᾶς τὰς δέκα φυλὰς εἰς τὴν αἰχμαλωσίαν καταλαβεῖν· ἐκεῖ γὰρ πάντας ἀπάξω, κοινὴν ὑμῖν ἐπάγων τὴν τιμωρίαν· ἧς καταλαβούσης, «Ὡς πρόβατα ἐν θλίψει, ὡς ποίμνια ἐν μέσῳ κοίτης αὐτῶν, ἐξαλοῦνται ἐξ ἀνθρώπων.» Καθάπερ γὰρ ἡσυχῇ καθήμενα πρόβατα, λύκον ἐξαπιναίως ἐπελθόντα θεασάμενα, μετὰ πολλοῦ δέους ἀνίσταται· οὕτως ὑμεῖς ἐπελθόντας θεασάμενοι τοὺς πολεμίους, θορύβου καὶ δέους ἀναπλησθήσεσθε. Εἶτα προλέγει τὰ ὑπὸ Σεδεκίου γεγενημένα, ἃ καὶ ὁ μακάριος Ἰεζεκιὴλ ὁ προφήτης προείρηκεν, ἡνίκα σκεύη αἰχμαλωσίας ὑπὸ τοῦ Θεοῦ λαβεῖν προσετάχθη, καὶ διὰ τῶν πραγμάτων προαγορεῦσαι τὴν ἐκείνου τοῦ βασιλέως φυγήν. ιγʹ. «Ἀνάβηθι διὰ τῆς διακοπῆς πρὸ προσώπου αὐτῶν· διέκοψαν, καὶ διῆλθον πύλην, καὶ ἐξῆλθον δι' αὐτῆς, καὶ ἐξῆλθεν ὁ βασιλεὺς αὐτῶν πρὸ προσώπου αὐτῶν.» Αἰσθόμενος γὰρ ἐπιβάντας τοὺς Χαλδαίους, τῆς πόλεως διορύξας τὸ τεῖχος σὺν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
