# Interpretatio in xii prophetas minores 81.1761

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1761

τὸ δὲ καί τινας τῶν τῆς εὐσεβείας διδασκάλων τὴν αὐτὴν ἑρμηνείαν ἐνθεῖναι τοῖς οἰκείοις συγγράμμασιν, οὐκ ἀνεκτὸν, οὐδὲ συγγνώμης ἄξιον εἶναί μοι δοκεῖ. Ποῖα γὰρ ἔθνη καὶ πελάζοντα, καὶ πόῤῥωθεν ἀπῳκισμένα, μετὰ τὴν ἐπάνοδον συνέδραμον εἰς τὸν Ἰουδαίων ναὸν, τὸν ἐκείνων ἀσπασάμενα νόμον, καὶ τὸν ἐκεῖθεν ἐκπορευόμενον ἀγαπήσαντα λόγον; Ἀναμέσον δὲ ποίων ἐθνῶν, ἢ λαῶν παμπόλλων, οὗτος ὁ λόγος διέκρινε, τὰ κακῶς ὑπ' αὐτῶν γινόμενα διελέγχων; Καὶ τὰ ἐπαγόμενα δὲ, ἀντικρὺς τῆς ἑρμηνείας ἐκείνης διελέγχει τὸ ψεῦδος· μετὰ γὰρ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, ὡς καὶ τοῖς οὕτω νενοηκόσι δοκεῖ, καὶ Γὼγ καὶ Μαγὼγ μετὰ πλείστων ἐθνῶν ἐπεστράτευσαν Ἰουδαίοις, καὶ οἱ περίοικοι δὲ πάντες αὐτοὺς πολεμοῦντες διετέλεσαν, ἔνθεν μὲν Ἰδουμαῖοι, καὶ Ἀμμανῖται, καὶ Μωαβῖται· ἐκεῖθεν δὲ ἀλλόφυλοι καὶ Σαμαρεῖται· καὶ ὀλίγου δὲ διελθόντος χρόνου, τὰ Μακεδονικὰ αὐτοῖς ἐπέστη κακὰ, ἃ τῶν Μακκαβαίων αἱ συγγραφαὶ περιέχουσιν. Ἐνταῦθα δὲ ὁ προφητικὸς λόγος εἰρήνην ὑπισχνεῖται βαθεῖαν. «Κατακόψουσι γὰρ τὰς μαχαίρας αὑτῶν εἰς ἄροτρα, καὶ τὰ δόρατα αὑτῶν εἰς δρέπανα, καὶ οὐκ ἔτι οὐ μὴ ἄρῃ ἔθνος ἐπὶ ἔθνος μάχαιραν, καὶ οὐκ ἔτι οὐ μὴ μάθωσι πολεμεῖν. (δʹ.) Καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω ἀμπέλου αὑτοῦ, καὶ ἕκαστος ὑποκάτω συκῆς αὑτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν.» Καὶ δεικνὺς τῶν εἰρημένων τὸ ἀψευδὲς, τοῦ εἰρηκότος τὸ ἀξιόπιστον δῆλον ποιεῖ τοῖς ἀκούουσι. «Τὸ γὰρ στόμα Κυρίου παντοκράτορος ἐλάλησε ταῦτα.» Τότε δὴ, τότε εʹ. «Πάντες οἱ λαοὶ πορεύσονται ἕκαστος τὴν ὁδὸν αὑτοῦ· ἡμεῖς δὲ πορευσόμεθα ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα, καὶ ἐπέκεινα.» Ὅτι μὲν οὖν τούτων οὐδὲν Ἰουδαίοις ἁρμόττει, τὰ πράγματα μαρτυρεῖ· οἱ μὲν γὰρ τῆς Ἱερουσαλὴμ ἐκβληθέντες, μέτοικοι τῆς οἰκουμένης ἐγένοντο, σποράδες ἀλώμενοι, καὶ τὴν κατὰ νόμον λειτουργίαν ἐκπληροῦν οὐ δυνάμενοι· ὁ δὲ προφητικὸς λόγος ὑπισχνεῖται, τοὺς πεπιστευκότας ἐν τῷ ὀνόματι τοῦ Κυρίου, πορεύεσθαι εἰς τὸν αἰῶνα καὶ ἐπέκεινα. Ὅτι δὲ τὸν μετὰ τὴν τοῦ Κυρίου παρουσίαν προσημαίνει ταῦτα καιρὸν, πάλιν τὰ πράγματα μονονουχὶ φωνὴν ἀφιέντα τὴν μαρτυρίαν παρέχεται. Πρὸ μὲν γὰρ τῆς Ῥωμαίων βασιλείας, συχναὶ τῶν ἐθνῶν κατ' ἀλλήλων ἐπαναστάσεις ἐγίνοντο, ἅτε δὴ καθ' ἕκαστον ἔθνος τῆς βασιλείας μεμερισμένης. Πάσης δὲ τῆς ἡγεμονίας εἰς Ῥωμαίους μετατεθείσης, καὶ τῆς καθ' ἕκαστον ἔθνος βασιλείας ἐπὶ τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας ἀναιρεθείσης, εἰρήνη βαθεῖα κατέσχε τὴν οἰκουμένην, ὡς μηκέτι ἔθνος κατ' ἔθνο[υ]ς ἐπιστρατεύειν, ἀλλὰ διὰ τὴν παρασχεθεῖσαν θεόθεν εἰρήνην, εἰς ὄργανα γεωργικὰ μεταβαλεῖν τὰ πολεμικὰ, καὶ τῇ γηπονίᾳ προσέχοντας, τῶν ἐντεῦθεν ἀδεῶς ἀγαθῶν ἀπολαύειν. Καὶ τοῖς ἄλλοις δὲ ἅπασιν ἐπιτηδεύμασιν ὡς ἐν εἰρήνῃ προσέχουσιν, οἱ μὲν ταῖς παντοδαπαῖς χρώμενοι τέχναις, οἱ δὲ ἐμπορίαν καὶ ναυτιλίαν αἱρούμενοι, οἱ δὲ τῆς τελειότητος ὀρεγόμενοι, τὴν θείαν ὁδὸν, καὶ τοῦ Δεσπότου τὴν θεραπείαν, ὑποῤῥεόντων κερδῶν προαιρούμενοι, καὶ τὴν αἰώνιον ἐντεῦθεν κληρονομοῦντες ζωήν. Τούτοις ἐπάγει·

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
