Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1764
Not analysed yet
ϛʹ, ζʹ. «Ἐν ταῖς ἡμέραις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, συνάξω τὴν συντετριμμένην, καὶ τὴν ἀπωσμένην εἰσδέξομαι, καὶ οὓς ἀπωσάμην. Καὶ θήσομαι τὴν συντετριμμένην εἰς ὑπόλειμμα, καὶ τὴν ἀπωσμένην εἰς ἔθνος ἰσχυρόν.» Καὶ σαφῶς διδάσκων, ὡς οὐ περὶ Ἰουδαίων ταῦτά φησι, προστέθεικε· «Καὶ βασιλεύσει Κύριος ἐπ' αὐτοὺς ἐν ὄρει Σιὼν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα.» Εἰ μὲν οὖν διέμεινεν ἐν τῇ Σιὼν ἡ Ἰουδαίων βασιλεία, καὶ τῆς αἰωνίου καὶ διηνεκοῦς ἀπολαύουσι παρὰ τοῦ Θεοῦ τῶν ὅλων κηδεμονίας, εἰκότως καὶ Ἰουδαῖοι τὴν προφητείαν ἁρπάζουσι, καὶ οἱ παραπλησίως ἐκείνοις ταῦτα νενοηκότες συνομολογοῦσιν ἐκείνοις. Εἰ δὲ πέπαυται μὲν τῶν Ἰουδαίων πάλαι ἡ βασιλεία, πόῤῥω δὲ τῆς Ἱερουσαλὴμ οἰκοῦντες δουλεύουσι, τῆς δὲ τοῦ Θεοῦ κηδεμονίας προφανῶς ἐγυμνώθησαν, μήτε Ἰουδαῖοι ληρείτωσαν, καὶ οἱ τῆς Ἐκκλησίας διδάσκαλοι τῇ ἀληθείᾳ συνηγορείτωσαν. Συντετριμμένην γὰρ καὶ ἀπωσμένην, τὰς τῇ εὐσεβείᾳ δουλευούσας προσαγορεύει ψυχὰς, δι' ἃς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐνανθρωπήσας ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Καὶ τούτων μάρτυς αὐτὸς πρὸς Ἰουδαίους λέγων· «Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες.» Καὶ, «Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.» Διὸ τελώνην, καὶ πόρνην, καὶ λῃστὴν, καὶ τοὺς τοιούτους συναγαγὼν, καὶ τὸν τούτων τρόπον εἰς τὸ κρεῖττον μεταβαλὼν, Ἐκκλησίαν ἁγίαν ἀπέφηνε, βασιλεύων αὐτῶν ἀπὸ τοῦ νῦν καὶ ἕως εἰς τὸν αἰῶνα. Οὕτω τὰ περὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας προθεσπίσας ὁ προφήτης, εἰς τοὺς κατὰ τῆς Ἱερουσαλὴμ ἐπανέρχεται λόγους. ηʹ. «Καὶ σὺ, πύργος ποιμνίου αὐχμώδης, θύγατερ Σιὼν, ἐπὶ σὲ ἥξει καὶ εἰσελεύσεται ἡ ἀρχὴ, ἡ πρώτη βασιλεία Βαβυλῶνος.» Οὕτω καὶ ὁ μακάριος Ἡσαΐας, μᾶλλον δὲ ὁ τῶν ὅλων Θεὸς διὰ τῆς ἐκείνου γλώττης, τροπικῶς αὐτὴν ὀνομάζει. Εἰρηκὼς γὰρ, ὅτι «Ἐφύτευσα ἄμπελον Σωρὴχ, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ», ἐπήγαγε· «Καὶ πύργον ᾠκοδόμησα ἐν μέσῳ αὐτοῦ,» τὸν ναὸν οὕτω καλῶν, δι' οὗ φρουρεῖν ἐδόκει τὸν ἀμπελῶνα. Τοῦτον τὸν πύργον ὁ μακάριος Μιχαίας αὐχμώδη προσαγορεύει, διὰ τὴν τῶν οἰκητόρων ἀσέβειαν· τῆς γὰρ ἐννόμου πολιτείας τὸ διειδὲς θολώσαντες, οἷον αὐχμόν τινα τὴν οἰκείαν παρανομίαν ἐπεισήγαγον. Τούτοις τὴν Βαβυλωνίων ἀπειλεῖ στρατείαν· τούτων γὰρ εὐθὺς τὰ σκῆπτρα λαβὼν ὁ Ναβουχοδονόσορ, ἐπεστράτευσεν ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας Ἰωακείμ. Διὸ καὶ ἀρχὴν πρώτην τὴν βασιλείαν ἐκείνην ὠνόμασεν, ὡς εὐθὺς μετὰ τὴν τῆς βασιλείας χειροτονίαν τοῦ Ναβουχοδονόσορ ποιησαμένου τὴν στρατείαν. Εἶτα κατ' εἰρωνείαν πυνθάνεται· θʹ. «Καὶ νῦν ἱνατὶ ἔγνως κακά; μὴ βασιλεὺς οὐκ ἦν ἐν σοὶ, ἢ ἡ βουλή σου ἀπώλετο, ὅτι κατεκρά-