# Interpretatio in xii prophetas minores 81.1765

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1765

τησάν σου ὠδῖνες ὡς τικτούσης;» Πόθεν, φησὶ, πεῖραν ἔλαβες τῶν κακῶν; Καὶ μὴν καὶ συμβούλους εἶχες τοὺς τὸ δέον εὑρεῖν δυναμένους, καὶ βασιλέα τούτου γε εἵνεκα ᾔτησας, ὥστε σου προκινδυνεύειν ἐν τοῖς πολέμοις· καὶ ἔλαβες δὲ παραυτίκα· δέδωκα γάρ σοι τὴν αἴτησιν. Μάνθανε τοίνυν, ὡς οὐδέν σε οἱ σύμβουλοι, οὔτε τῶν συμβούλων ἡ φρόνησις, οὔτε ἡ τοῦ βασιλέως ὀνήσει προστασία. ιʹ. «Καὶ ὤδινε, καὶ ἀνδρίζου, καὶ ἔγγιζε, θύγατερ Σιὼν, ὡς ἡ τίκτουσα.» Δέχου, φησὶν, ὠδινούσης γυναικὸς παραπλησίως ὀδύνας, καὶ ὁμοίως ἐκείνῃ, τὰ ἐπιόντα θεωμένη κακὰ, βάλλου ταῖς τῶν ἀλγηδόνων ἀκίσι. «Διότι νῦν ἐξελεύσῃ ἐκ πόλεως, καὶ κατασκηνώσεις ἐν πεδίῳ, καὶ ἥξεις ἕως Βαβυλῶνος· ἐκεῖθεν ῥύσεταί σε, καὶ ἐκεῖθεν λυτρώσεταί σε Κύριος ὁ Θεός σου ἐκ χειρὸς ἐχθρῶν σου.» Μὴ ἀναμείνῃς, φησὶ, νῦν τῶν ἐπιόντων σοι κακῶν τὴν ἀπαλλαγήν· δεῖ γάρ σε ταύτης μὲν ἐξελαθῆναι τῆς πόλεως· ἀπαγομένην δὲ, ὡς ἔτυχεν, ἐν ταῖς ὁδοῖς καταλύειν· ἐπὶ πλεῖστον δὲ οἰκῆσαι τὴν Βαβυλῶνα, μετὰ χρόνον τῆς ἐλευθερίας τυχεῖν, καὶ εἰς τὴν ἐνεγκοῦσαν ἐπανελθεῖν. Οὕτω τὴν αἰχμαλωσίαν καὶ τὴν ἐπάνοδον αὐτοῖς προθεσπίσας, περὶ τῶν Σκυθικῶν ἐθνῶν ποιεῖται τὴν πρόῤῥησιν, ἃ μετὰ τὴν ἐπάνοδον αὐτοῖς ἐπεστράτευσε. ιαʹ, ιβʹ. «Καὶ νῦν ἐπισυνήχθησαν ἐπὶ σὲ ἔθνη πολλὰ, καὶ λαοὶ λέγοντες· Ἐπιχαρούμεθα, καὶ ἐπόψονται ἐπὶ Σιὼν οἱ ὀφθαλμοὶ ἡμῶν. Καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὸν λογισμὸν Κυρίου, καὶ οὐ συνῆκαν τὴν βουλὴν αὐτοῦ, ὅτι συνήγαγεν αὐτοὺς ὡς δράγματα ἅλωνος.» Συνάγει δὲ ὁ Θεὸς, οὐκ ἀναγκάζων καὶ βιαζόμενος, ἀλλὰ ταῖς ὁρμαῖς συγχωρῶν, καὶ τῷ αὐτεξουσίῳ παραχωρῶν. Ταῦτα δὲ καὶ τοὺς ἄλλους προφήτας ἑρμηνεύσαντες ἐδιδάξαμεν. ιγʹ. «Ἀνάστηθι καὶ ἀλόα αὐτοὺς, θύγατερ Σιὼν, ὅτι τὰ κέρατά σου θήσομαι σιδηρᾶ, καὶ τὰς ὁπλάς σου θήσομαι χαλκᾶς· καὶ κατατήξεις ἐν αὐτοῖς ἔθνη, καὶ λεπτυνεῖς λαοὺς πολλοὺς, καὶ ἀναθήσεις τῷ Κυρίῳ τὸ πλῆθος αὐτῶν, καὶ τὴν ἰσχὺν αὐτῶν τῷ Κυρίῳ πάσης τῆς γῆς.» Τῆς γὰρ ἐμῆς ἀπολαύουσα προμηθείας, οἷόν τισι κέρασι σιδηροῖς, καὶ χαλκαῖς ὁπλαῖς, κεχρημένη τῇ παρ' ἐμοῦ σοι χορηγουμένῃ δυνάμει, ἄρδην αὐτοὺς ἅπαντας ἀφανίσεις καὶ παραδώσεις πανωλεθρίᾳ· ἐμοὶ τὴν τούτων ἀνατιθεῖσα νίκην, καὶ διαῤῥήδην ὁμολογοῦσα, ὡς ἐγώ σοι ταύτης γεγένημαι χορηγός. ΚΕΦΑΛ. Εʹ. αʹ. Νῦν ἐμφραχθήσεται θυγάτηρ ἐμφραγμῷ· συνοχὴν ἔταξεν ἐφ' ἡμᾶς· ἐν ῥάβδῳ πατάξουσιν ἐπὶ σιαγόνα τὰς φυλὰς τοῦ Ἰσραήλ.» Ἐκεῖνοι, φησὶν, οὐ προορῶντες τὸ τέλος, οἷόν τινι φραγμῷ τῇ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
