# Interpretatio in xii prophetas minores 81.1768

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1768

στρατείᾳ τὴν πόλιν περιβαλοῦσιν, αὔτανδρον αὐτὴν αἱρήσειν ἐλπίζοντες, καὶ πάσῃ παροινίᾳ κατὰ τῶν ἐνοικούντων χρήσεσθαι προσδοκήσαντες. Τοῦτο γὰρ εἶπε, «Ῥάβδῳ πατάξουσιν ἐπὶ σιαγόνα,» ὡς τῆς τοιαύτης πληγῆς μείζονα τὴν ἀτιμίαν ἐχούσης. Ἀλλὰ μὴ δείσῃς· τεύξῃ γὰρ κηδεμονίας, οὐ διὰ τὴν σὴν εὐνομίαν, ἀλλὰ διὰ τὸν ἐκ σοῦ κατὰ σάρκα τεχθησόμενον βασιλέα. Καὶ τοῦτο σαφῶς διδάσκων ἐπήγαγε· βʹ. «Καὶ σὺ, Βηθλεὲμ, οἶκος τοῦ Ἐφραθὰ, μὴ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται, τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.» Μὴ ἀποβλέψῃς, φησὶν, εἰς τὴν βραχύτητα τῶν ἐνοικούντων, ὦ Βηθλεέμ· ἔχεις γὰρ ἀφορμὴν εἰς περιφάνειαν, οἵαν οὐδεμία πόλις τῶν ἐπὶ τῆς γῆς· ἐν σοὶ γὰρ κατὰ σάρκα τεχθήσεται ὁ πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθεὶς, «οὗ αἱ ἔξοδοι ἀπ' ἀρχῆς.» Τοῦτο δὲ ἀντικρὺς τῷ τοῦ Εὐαγγελίου ἔοικε προοιμίῳ· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.» Ἔοικε δὲ καὶ τοῖς διὰ τοῦ μακαρίου Δαβὶδ ὑπὸ τοῦ Θεοῦ εἰρημένοις· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.» Οὗτος τοίνυν ὁ προαιώνιος, ὁ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, Θεὸς Λόγος, καὶ τὰς ἐκεῖθεν ἐξόδους ἀπ' ἀρχῆς ἔχων, ἐν σοὶ, φησὶ, τὴν κατὰ σάρκα δέξεται γέννησιν, λαμπράν σε ποιῶν καὶ περίβλεπτον, τὴν ἐν ταῖς τοῦ Ἰούδα χιλιάσιν ἐλαττουμένην. Καὶ τοῦτο δὲ οἱ νῦν Ἰουδαῖοι εἰς τὸν Ζοροβάβελ λαβεῖν τετολμήκασι, προφανῶς τῇ ἀληθείᾳ μαχόμενοι. Καὶ οὐκ ἐρυθριῶσιν ἀκούοντες, ὡς αἱ τούτου ἔξοδοι ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος· ὁ δὲ Ζοροβάβελ μετὰ τὴν αἰχμαλωσίαν ἐν τῇ Βαβυλῶνι τεχθεὶς, ἀπὸ τοῦ τόπου καὶ τὴν προσηγορίαν ἐδέξατο. Οἱ πάλαι δὲ Ἰουδαῖοι οὐ παραπλησίως τούτοις τήνδε τὴν προφητείαν ἐνόησαν· ἀλλὰ μετὰ τὸν Ζοροβάβελ καὶ πολὺν ἐτῶν ἀριθμὸν, ἐρωτηθέντες ὑπὸ Ἡρώδου, ποῦ ὁ Χριστὸς γεννᾶται, ταύτην αὐτῷ τὴν μαρτυρίαν προσήνεγκαν. Δῆλοι τοίνυν εἰσὶν οἱ νῦν Ἰουδαῖοι κακουργοῦντες περὶ τὴν ἑρμηνείαν. Ἀλλὰ τὴν τούτων ἄνοιαν καταλιπόντες, ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν. γʹ. «Διὰ τοῦτο δώσεις αὐτοὺς ἕως καιροῦ τικτούσης· τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτοῦ ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ.» Μέχρι γὰρ τότε, φησὶ, μακροθυμήσεις, καὶ τῆς σῆς μεταδώσεις Ἰουδαίοις κηδεμονίας, ἕως ἂν ἡ τίκτουσα τέκῃ. Δηλοῖ δὲ τὴν Ἐκκλησίαν, περὶ ἧς καὶ Ἡσαΐας βοᾷ· «Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.» Τὰ δὲ ἐκ ταύτης τικτόμενα, φησὶ, τοῖς ἐκ τοῦ Ἰσραὴλ πιστεύουσι συναφθήσεται. Ἐκ γὰρ τοῦ Ἰσραὴλ ὁ θεῖος

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
