# Interpretatio in xii prophetas minores 81.1769

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1769

τῶν ἀποστόλων χορὸς, καὶ οἱ μετ' ἐκείνους ὑπὸ τοῦ Κυρίου ἐκλεγέντες ἑβδομήκοντα μαθηταὶ, καὶ οἱ μετὰ τὴν ἀνάστασιν κατὰ ταυτὸν εὑρεθέντες ἑκατὸν εἴκοσι, καὶ οἱ πεντακόσιοι, οἷς ὁμοῦ συνηγμένοις ὁ Κύριος ὤφθη, καὶ οἱ τρισχίλιοι, καὶ οἱ πεντακισχίλιοι, οὓς ὁ ἁλιεὺς ἐσαγήνευσε Πέτρος, καὶ αἱ πολλαὶ μυριάδες, περὶ ὧν ὁ θεσπέσιος Ἰάκωβος ἔφη τῷ θειοτάτῳ Παύλῳ· «Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶ τῶν πεπιστευκότων Ἰουδαίων.» Μία τοίνυν, φησὶν, ἐντεῦθεν κἀκεῖθεν Ἐκκλησία γενήσεται, καὶ ἐν τούτοις ὁ ἐκ Βηθλεὲμ Κύριος στήσεται. δʹ. «Καὶ ὄψεται, καὶ ποιμανεῖ τὸ ποίμνιον αὑτοῦ ἐν ἰσχύϊ Κύριος, καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος Κυρίου τοῦ Θεοῦ αὑτῶν ὑπάρξουσι· διότι νῦν μεγαλυνθήσεται ἕως ἄκρου τῆς γῆς.» Καὶ ἔστιν ἰδεῖν, καὶ τὴν ἱερὰν τοῦ Θεοῦ Ἐκκλησίαν ἐπὶ τῷ Δεσποτικῷ σεμνυνομένην ὀνόματι, καὶ τὸ θεῖον ὄνομα πανταχοῦ γῆς καὶ θαλάττης ὑμνούμενον. Πρὸ δὲ τῆς Δεσποτικῆς ἐπιφανείας, καὶ τοῦ σωτηρίου πάθους, καὶ τῆς κλήσεως τῶν ἐθνῶν, τούτων οὐδὲν δείξουσιν Ἰουδαῖοι γεγενημένον. Ἐπειδὴ δὲ μακροῖς ὕστερον χρόνοις ταῦτ' ἤμελλεν ἔσεσθαι, ἀπὸ τῶν κατ' ἐκεῖνον τὸν καιρὸν γενησομένων πιστοῦται τὴν πρόῤῥησιν. Ἵνα γὰρ μάθητε, φησὶν, ὡς ἀληθῆ τὰ προτεθεσπισμένα, ἐνέχυρον ἐκείνων λάβετε τὰ παρόντα. Ἐπελθόντα γὰρ ὑμῖν τὸν Ἀσσύριον καταλύσω, καὶ βαθεῖαν ὑμῖν τὴν εἰρήνην δωρήσομαι. εʹ. «Καὶ ἔσται αὕτη ἡ εἰρήνη, ὅταν ὁ Ἀσσύριος ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν, καὶ ὅταν ἐπιβῇ ἐπὶ τὴν χώραν ὑμῶν.» Δώσω γὰρ ὑμῖν εἰρήνην ἐπελθόντος ἐκείνου, παρὰ πᾶσαν ἀνθρωπίνην ἐλπίδα. «Καὶ ἐπεγερθήσονται ἐπ' αὐτὸν ἑπτὰ ποιμένες, καὶ ὀκτὼ δήγματα ἀνθρώπων. (ϛʹ.) Καὶ ποιμανοῦσι τὸν Ἀσσοὺρ ἐν ῥομφαίᾳ, καὶ τὴν γῆν Νεβρὼδ ἐν τῇ τάφρῳ αὐτῆς· καὶ ῥύσεταί σε ἐκ τοῦ Ἀσσοὺρ, ὅταν ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν, καὶ ὅταν ἐπιβῇ ἐπὶ τὰ ὅρια ὑμῶν.» Ἐντεῦθεν σαφῶς ἐδιδάχθημεν, ὡς καὶ τῆς Βαβυλῶνος ὁ Ἀσσύριος ἐβασίλευσεν· ὁ γὰρ Νεβρὼδ, ὡς ὁ μακάριος ἐδίδαξε Μωσῆς, τυραννίδι χρησάμενος, τὴν Βαβυλῶνα πρώτην ὑποχείριον ἔσχεν. «Ἐγένετο γὰρ, φησὶν, ἡ ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν, Ὀρὲχ, καὶ Χαλάνη.» Ἑπτὰ δὲ αὐτῷ, φησὶ, βασιλέας ἐπαναστήσω (ποιμένας γὰρ τοὺς βασιλέας καλεῖ, καὶ ὀκτὼ πληγαῖς αὐτὸν ἀνθρωπίναις περιβαλῶ. Λέγει δὲ τὰς κατ' αὐτοῦ γεγενημένας πολεμικὰς προσβολάς. Ταύτας γὰρ δήγματα ἀνθρώπων καλεῖ. Σημαίνει δὲ κατ' αὐτὸν καὶ τῆς Βαβυλῶνος τὴν ἅλωσιν. Νῦν μὲν γὰρ, φησὶ, τοῦτον τοιούτοις περιβαλῶ κακοῖς· μετ' ὀλίγον δὲ, καὶ τὸν τοῦτον διαδεξόμενον, καὶ τὴν Βαβυλῶνα βασιλίδα πόλιν ἀποφανοῦντα, παντελῶς καταλύσω,

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
