# Interpretatio in xii prophetas minores 81.1772

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1772

καὶ οὐδεμίαν ὄνησιν, οὐκ ἀπὸ τῶν ἰσχυροτάτων τειχῶν, οὐκ ἀπὸ τῆς ἔξωθεν περιθεούσης εὑρήσει τάφρου· σὺ δὲ τούτων ἀπαλλαγήσῃ, οὐ τότε μόνον, ὅταν αὐτοῖς ἄλλους πολεμίους ἐπαναστήσω, ἀλλὰ καὶ ἐπὶ τοῦ παρόντος, ἡνίκα πολλῇ χρώμενοι στρατείᾳ κατὰ τῆς σῆς παραγίνονται πόλεως· νῦν γὰρ αὐτοῖς ἀόρατον δι' ἀγγελικῆς ὑπουργίας ἐπάξω τὸν ὄλεθρον. Οὕτω τῶν ὕστερον ἐσομένων ἐνέχυρα δεδωκὼς τὰ τότε γενόμενα, ἐπ' ἐκεῖνα πάλιν μεταφέρει τὸν λόγον, καὶ διδάσκει, ὅπως τῷ ἐν Βηθλεὲμ γεννηθέντι Κυρίῳ πεπιστευκότες, οἵ τε ἱεροὶ ἀπόστολοι καὶ οἱ μετὰ τούτων, τοῦ θείου κηρύγματος προχειρισθέντες διάκονοι, τοῖς ἀλλογενέσιν ἔθνεσι τὴν εὐαγγελικὴν διδασκαλίαν προσοίσουσι. Φησὶ δὲ οὕτως ζʹ. «Καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν, ὡς δρόσος παρὰ Κυρίου ἐπιπίπτουσα, καὶ ὡς ἄρνες ἐπ' ἄγρωστιν, ὅπως μὴ συναχθῇ μηδεὶς, μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων.» Ὑπόλειμμα δὲ πανταχοῦ τοὺς σεσωσμένους καλεῖ. Οὕτω καὶ ἀλλαχοῦ· «Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται.» Οὕτω τοίνυν, φησὶν, οἱ πεπιστευκότες, καὶ τὸ εὐαγγελικὸν τοῖς ἔθνεσι διαπορθμεύοντες κήρυγμα, δρόσου δίκην οὐρανόθεν φερομένης τὴν οἰκουμένην ἀρδεύσουσι· καὶ καθάπερ ἄρνες πεινῶντες δαπανῶσι τὴν ἄγρωστιν, οὕτως οὗτοι τὴν ἀγρώστεως δίκην ταῖς κεχερσωμέναις ψυχαῖς ἐμφυομένην ἀσέβειαν ῥᾳδίως καταναλώσουσιν, ὥστε μηκέτι τοιοῦτον ἀνθρώπων σύλλογον εὑρεθῆναι. Ἐπειδὴ γὰρ οἱ δαίμονες ἀνήκεστα νοσοῦντες διέμειναν, εἰκότως τὸ Πνεῦμα τὸ ἅγιον μετὰ διορισμοῦ τὴν πρόῤῥησιν ἐποιήσατο· «Ὅπως μὴ συναχθῇ μηδεὶς, μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων.» Ὥστε, φησὶ, μηδένα σύλλογον ἐξ ἀσεβῶν ἀνθρώπων συνειλεγμένον εὑρεθῆναι λοιπόν. Καὶ ἐπειδὴ δρόσῳ καὶ ἀρνίοις αὐτοὺς ἀπείκασε, τὴν δεδομένην δὲ αὐτοῖς δύναμιν ὑπὸ τοῦ Θεοῦ διὰ τούτων οὐκ ἀποχρώντως ἐδήλωσε, καὶ ἄλλην τοῖς εἰρημένοις εἰκόνα προστίθησι. ηʹ. «Καὶ ἔσται τὸ κατάλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν, ὡς λέων ἐν τοῖς κτήνεσι τοῦ δρυμοῦ, καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων, ὃν τρόπον ὅταν διέλθῃ, καὶ διαστείλας ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος.» Τὰ μὲν γὰρ προοίμια τῶν ἱερῶν ἀποστόλων δρόσῳ ἐῴκει φερομένῃ, καὶ ὡς ἄρνες δὲ τὴν τῆς ἀσεβείας ἄγρωστιν ἐδαπάνων διδασκαλίᾳ καὶ θαύμασιν, ὡς ἄρνες ἐν μέσῳ λύκων πολιτευόμενοι, κατὰ τὴν πρόῤῥησιν τοῦ Δεσπότου. «Ἰδοὺ γὰρ, φησὶν, ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων.» Μετὰ δὲ ταῦτα, δεξαμένης τῆς οἰκουμένης τὸ κήρυγμα, καὶ στρατηγῶν καὶ βασιλέων τὸν τῆς Ἐκκλησίας πληρούντων κατάλογον, εἰς τοὺς τῆς ἀληθείας ἐναντίους μετέβη τὸ δέος· καὶ οἱ μὲν κτήνεσιν ἐοικότες, δειμαίνουσί

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
