# Interpretatio in xii prophetas minores 81.1773

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1773

τε καὶ φρίττουσιν, οὐδένα οὐδαμόθεν ἐπίκουρον ἔχοντες· οἱ δὲ τῶν εὐαγγελικῶν ὑποφῆται δογμάτων, λεόντειον ἐνδεικνύμενοι φρόνημα, σὺν παῤῥησίᾳ πολλῇ τῷ τῆς ἀληθείας καταγωνίζονται λόγῳ τοὺς συνηγόρους τοῦ ψεύδους. Τότε, φησὶν, θʹ. «Ὑψωθήσεται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται.» Οὐκέτι γὰρ σὺ παρ' ἐκείνων ἐξελαύνῃ, ἀλλὰ σὺ τὰ ἐκείνων καταλύσεις τεμένη. Οἱ μὲν οὖν πεπιστευκότες τοῦ Ἰσραὴλ, ταύτης τεύξονται τῆς δυνάμεως· οἱ δὲ τῇ ἀπιστίᾳ προσμείναντες, τῆς οἰκείας ἔρημοι καταστήσονται βασιλείας, καὶ οὔτε ἱππικὸν ἕξουσιν, οὔτε πεζὸν στρατιώτην, οὔτε πόλεις τείχεσιν ὠχυρωμένας. Ἀλλὰ καὶ ταῦτα, φησὶ, πρὸς καλόν σοι γενήσεται. «Ἐξολοθρεύσω γὰρ, φησὶ, τὰ φάρμακά σου ἐκ τῶν χειρῶν σου, καὶ ἀποφθεγγόμενοι οὐκ ἔσονται ἐν σοί.» Ἀποφθεγγομένους δὲ τοὺς μάντεις καλεῖ. ιγʹ—ιεʹ. «Καὶ ἐξολοθρεύσω τὰ γλυπτά σου καὶ τὰς στήλας σου ἐκ μέσου σου, καὶ οὐκέτι οὐ μὴ προσκυνήσεις τοῖς ἔργοις τῶν χειρῶν σου. Καὶ ἐκκόψω τὰ ἄλση ἐκ μέσου σου, καὶ ἀφανιῶ τὰς πόλεις σου. Καὶ ποιήσω ἐν ὀργῇ καὶ ἐν θυμῷ ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἀνθ' ὧν οὐκ εἰσήκουσαν.» Καὶ ταῦτα δὲ διὰ τῶν πραγμάτων καταμαθεῖν ῥᾴδιον. Μετὰ γὰρ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, ὁρῶντες Ἰουδαῖοι τῶν ἐθνῶν τὴν εὐσέβειαν, καὶ τὴν τῆς πλάνης ἀπαλλαγὴν, ἄκοντες καὶ αὐτοὶ τῆς τῶν εἰδώλων ἀπηλλάγησαν θεραπείας. Ἐρυθριῶσι γὰρ προφανῶς ἀσεβεῖν, τοὺς ἔξω νόμου σωφρονοῦντας ὁρῶντες. Προθεσπίζει τοίνυν αὐτοῖς, ὡς καὶ τῶν πόλεων τῶν οἰκείων ἐξελαθήσονται, καὶ εἰς τὰ ἔθνη διασπαρέντες, τῆς περὶ τὰ εἴδωλα πλάνης ἀπαλλαγήσονται. Ταύτην κατ' αὐτοὺς ἐξενεγκὼν τὴν ἀπόφασιν, ἄγει πάλιν αὐτοὺς εἰς κριτήριον, καὶ τοῖς ἀψύχοις ὄρεσιν ἐπιτρέπει τὴν κρίσιν· οὐχ ὡς ἔμψυχα καλῶν, οὐδὲ ὡς πρὸς λογικὰ τοὺς λόγους ποιούμενος· ἀλλ' ἐπειδὴ τὰ ὄρη, καὶ αἱ μεταξὺ τούτων νάπαι καὶ φάραγγες, ποτὲ μὲν ἐδέξαντο τοὺς Ἀσσυρίων νεκροὺς, διὰ τῆς ἀγγελικῆς ἐνεργείας ἀναιρεθέντας, ποτὲ δὲ τῶν Σκυθικῶν ἐθνῶν τὰς μυρίας σφαγάς· διὰ τῶν ὀρῶν, καὶ βουνῶν, καὶ κοιλάδων, τῶν ἐν τούτοις γεγενημένων ἀναμιμνήσκει. ΚΕΦΑΛΑΙΟΝ ϛʹ. αʹ. «Ἀκούσατε δὴ ἃ εἶπε Κύριος· Ἀνάστηθι, καὶ κρίθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν βουνοὶ φωνήν σου.» Ἀπόβλεψον εἰς τὰ ὄρη, τὰ διὰ τῆς ἐμῆς ἐπικουρίας νεκροὺς τοὺς σοὺς πολεμίους δεξάμενα, καὶ εἰπὲ μετὰ παῤῥησίας, εἴπερ ἄρ' ἂν δύνασαι, καὶ μὴ ἐμφράττῃ σου τὸ στόμα τῆς εὐεργεσίας τὸ μέγεθος· τοιγάρτοι σοῦ τοῦτο ποιεῖν οὐ δυναμένου, ἐγὼ ποιήσομαι τὴν διάλεξιν. βʹ. «Ἀκούσατε, βουνοὶ, τὴν κρίσιν τοῦ Κυρίου, καὶ αἱ φάραγγες, θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὑτοῦ, καὶ μετὰ τοῦ Ἰσραὴλ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
