# Interpretatio in xii prophetas minores 81.1780

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1780

Ἀλλὰ καὶ πολλὰ πονήσας περὶ τὴν γῆν, τῶν ἐξ αὐτῆς οὐκ ἀπολαύσῃ καρπῶν. «Καὶ ἀφανισθήσεται νόμιμα λαοῦ μου.» Καὶ διδάσκων, ὡς νῦν οὐ περὶ τοῦ νόμου λέγει τοῦ θείου, ἀλλὰ τῆς παρανόμου πολιτείας, ἐπήγαγε· «Καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαάβ.» Ἐκείνην γὰρ ζηλώσαντες τὴν ἀσέβειαν, τούτοις παραδοθήσεσθε τοῖς κακοῖς, ὥστε τοὺς ὁρῶντας τὰς συμβαινούσας ὑμῖν συμφορὰς, τῷ συριγμῷ σημαίνειν τὸ μέγεθος. Ταῦτα πάντα εἰρηκὼς ὁ προφήτης ὀλοφύρεται, ὡς πολλοῖς μὲν λόγοις χρησάμενος, ἀνόνητα δὲ πονήσας. ΚΕΦΑΛΑΙΟΝ Ζʹ. αʹ. «Οἴ μοι. ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ, καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐχ ὑπάρχοντος βότρυος· τοῦ φαγεῖν τὰ πρωτόγονα ἐπεπόθησεν ἡ ψυχή μου.» Ἔοικα, φησὶ, τοῖς τοὺς ἐκπίπτοντας ἀστάχυας συλλέγουσι, ἢ τὰς ὑπὸ τῶν τρυγώντων καταλιμπανομένας ἐρευνῶσιν ἐπιφυλλίδας· οὐδένα γὰρ οὐδὲ ἐγὼ βότρυν εὐπειθείας ηὗρον, καὶ ταῦτα λίαν ποθήσας εὑρεῖν τι ἐπέραστον, καὶ ἀπαρχῆς ἄξιον· τοῦτο γὰρ εἶπε· «Τοῦ φαγεῖν τὰ πρωτόγονα ἐπεπόθησεν ἡ ψυχή μου.» Ἐπειδὴ γὰρ τῷ Θεῷ τὰ πρωτότοκα προσεφέρετο, τὸ ἀξιέραστον εἰκότως πρωτόγονον προσηγόρευσε. Καὶ ταῦτα τροπικῶς εἰρημένα, σαφῆ ποιῆσαι βουλόμενος, ἐπήγαγεν· «Οἴ μοι, ψυχή. (βʹ.) ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει.» Εἶτα ποιεῖται τῶν ἁμαρτημάτων κατάλογον. Οἱ μὲν γὰρ δικάζοντες, φησὶ, τὴν ἄδικον κατὰ τῶν ἀνευθύνων ἐπιφέρουσι ψῆφον, καὶ φόνους παρανόμους τολμῶσι· τῶν δὲ λοιπῶν ἕκαστος τοῦ πλείονος ἐφιέμενος σφετερίζεται τὰ τοῦ γείτονος. Ὁ δὲ κατὰ τοὺς νόμους δικάζειν πεπιστευμένος, οὐδὲ τοὺς προσφέροντας ἀναμένει, ἀλλ' αὐτὸς αἰτεῖ δωροδόκῳ κεχρημένος γνώμῃ. «Ὁ γὰρ ἄρχων, φησὶν, αἰτεῖ, καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησε· καταθύμιον ψυχῆς αὐτοῦ ἐστιν.» Δεξάμενος γὰρ τὰ δῶρα παρὰ τῶν ἀδικούντων, τὴν καταθύμιον αὐτοῖς ὑπισχνεῖται νίκην. Τούτου χάριν φησίν· δʹ. «Ἐξελοῦμαι τὰ ἀγαθὰ αὐτῶν ὡς σὴς ἐκτρώγων, καὶ βαδίζων ἐπὶ κανόνος ἐν ἡμέρᾳ σκοπιᾶς σου.» Δίκην γὰρ σητὸς ἔνδοθεν ξύλου βαδίζοντος, καὶ ἅπαν τοῖς ὀδοῦσι διαφθείροντος, ἀναλώσει σε ἡ κατὰ σοῦ φερομένη ψῆφος ἐν τῇ τῆς τιμωρίας ἡμέρᾳ. Ταύτην γὰρ ἐκάλεσε σκοπιὰν, τουτέστι, τὴν κατ' αὐτὴν τοῦ Θεοῦ ἐπιφάνειαν. Εἶτα θρηνητικῶς ὁ φιλάνθρωπος πατὴρ παιδεύοντι ἐοικώς· «Οὐαὶ, οὐαὶ, αἱ ἐκδικήσεις σου ἥκασι. νῦν ἔσονται κλαυθμοὶ αὐτῶν.» Τούτων δὲ, φησὶ, γινομένων, οὔτε φίλος φίλου προστήσεται, οὔτε βασιλεὺς φροντιεῖ τῶν ὑπηκόων, οὔτε σύνευνος τοῦ ὁμόζυγος κηδεμονίαν ποιήσεται· ἀλλ' ἕκαστος τῆς οἰκείας φροντιεῖ σωτηρίας, τὴν ἀποφυγὴν περισκοπῶν τῶν κακῶν, ὡς μήτε υἱὸν τῷ πατρὶ τὴν προσήκουσαν ἀπονέμειν τιμὴν, μήτε θυγατέρα μητρὶ τὸ γέρας ἀποδιδόναι, μήτε νύμφην

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
