# Interpretatio in xii prophetas minores 81.1785

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1785

μάτων ἀξίας· ἀλλ' ὅταν παιδεύσας μικρὰν μεταμέλειαν ἴδῃς, παρορᾷς τὰ ἐπταισμένα, ὑπερβαίνεις τὰ ἠσεβημένα· ὅπερ δὴ καὶ νῦν εἰς τὸν σὸν εἰργάσω λαόν. «Οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὑτοῦ, ὅτι θελητὴς ἐλέους ἐστίν.» Τοῦτο ἔοικε τῷ ὑπὸ τοῦ μακαρίου Δαβὶδ εἰρημένῳ· «Οὐκ εἰς τέλος ὀργισθήσεται, οὔτε εἰς τὸν αἰῶνα μηνιεῖ· οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.» Καὶ ὁ θεσπέσιος τοίνυν Μιχαίας βοᾷ, ὅτι Τὴν ὀργὴν οὐκ ἐφύλαξεν ἐπὶ πλεῖστον εἰς ἔλεγχον καὶ μαρτυρίαν τῆς τοῦ λαοῦ παρανομίας, ἀλλ' ἐλέῳ χρώμενος ἐπιστρέψει. ιθʹ. «Ἐπιστρέψει, καὶ οἰκτειρήσει ἡμᾶς, καταδύσει τὰς ἁμαρτίας ἡμῶν, καὶ ἀποῤῥιφήσονται εἰς τὰ βάθη τῆς θαλάσσης πᾶσαι αἱ ἁμαρτίαι ἡμῶν.» Τούτοις παραπλήσια καὶ αὐτὸς ὁ τῶν ὅλων Θεὸς διὰ Ἡσαΐου τοῦ προφήτου βοᾷ· «Ἐγώ εἰμι, ἐγώ εἰμι αὐτὸς ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθῶ τῶν ἀδικιῶν σου.» Τοῦτο γὰρ δὴ τὸ παράδοξον, ὅτι οὐ μόνον ἀφίησιν, ἀλλὰ καὶ τῆς μνήμης ἐκβάλλει, καὶ οἷόν τινι βυθῷ παραδίδωσι τῇ λήθῃ. Τοῦτο γὰρ παραδηλῶν καὶ ὁ μακάριος ἔφη Μιχαίας· «Καταδύσει τὰς ἁμαρτίας ἡμῶν, καὶ ἀποῤῥιφήσονται εἰς τὰ βάθη τῆς θαλάσσης πᾶσαι αἱ ἁμαρτίαι ἡμῶν.» Ὥσπερ γὰρ τὸ εἰς τὸν βυθὸν τῆς θαλάττης βαλλόμενον, ἀφανές ἐστι παντελῶς· οὕτω, φησὶ, καὶ τὰς ἁμαρτίας ἡμῶν λήθῃ παντελεῖ παραδώσει, διὰ τὰς πρὸς τοὺς ἡμετέρους προγόνους συνθήκας. Καὶ τοῦτο δηλῶν ἐπήγαγε· κʹ. «Δώσεις ἀλήθειαν τῷ Ἰακὼβ, ἔλεον τῷ Ἀβραὰμ, καθάπερ ὤμοσας τοῖς πατράσιν ἡμῶν κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν.» Οὕτω καὶ ὁ μακάριος λέγει Δαβίδ· «Ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὑτοῦ· λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεὰς, ὃν διέθετο τῷ Ἀβραὰμ, καὶ τοῦ ὅρκου αὑτοῦ τῷ Ἰσαάκ· καὶ ἔστησεν αὐτὴν τῷ Ἰακὼβ εἰς πρόσταγμα, καὶ τῷ Ἰσραὴλ εἰς διαθήκην αἰώνιον.» Τὰς μὲν οὖν ἐκείνων ἁμαρτίας εἰς τὸν τῆς θαλάττης βυθὸν ὁ Δεσπότης ἀπέῤῥιψε· τὰς δὲ ἡμετέρας εἰς τὴν ἱερὰν καὶ θείαν ἐξαλείφει κολυμβήθραν, ἧς ἡ Ἐρυθρὰ θάλασσα, κατὰ τὸν θεῖον Ἀπόστολον, γεγένηται τύπος, ἣν διελθὼν ὁ λαὸς, τῆς Αἰγύπτου ἀπηλλάγη δουλείας. Κατ' ἐκεῖνον καὶ ἡμεῖς τὸν τύπον, διὰ τῆς ἁγίας κολυμβήθρας τῆς τοῦ διαβόλου τυραννίδος ἐλευθερούμενοι, τῆς οἰκείας σωτηρίας φροντίσωμεν· διηνεκῶς τὸν εὐεργέτην ὑμνοῦντες, καὶ τοῖς ἐκείνου νόμοις ἀκολουθοῦντες, καὶ τὴν ἀπὸ τῶν ἁγίων τετριμμένην πορείαν ὁδεύοντες· ἵνα σὺν αὐτοῖς εἰς τὸ ἀγαθὸν τῆς ὁδοῦ φθάσωμεν τέλος, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
