Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1788
Not analysed yet
ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΝΑΟΥΜ. ΥΠΟΘΕΣΙΣ. Οἱ Νινευῖται τὴν θείαν δείσαντες ἀπειλὴν, ἣν ὁ θεσπέσιος αὐτοῖς ἐκήρυξεν Ἰωνᾶς, μεταμελείᾳ σπουδαίᾳ χρησάμενοι, τὴν σωτηρίαν ηὕραντο. Ἀντὶ γὰρ τῆς ἀπειληθείσης πανωλεθρίας, τῆς θείας φιλανθρωπίας ἀπήλαυσαν. Χρόνου δὲ βραχέος διελθόντος, τῆς ἀφάτου μὲν ταύτης ἐπελάθοντο χάριτος, εἰς δὲ τὴν προτέραν πονηρίαν ἐπανελθόντες, ἄλλα τε μυρία παράνομα δεδράκασι, καὶ τὰς κατὰ τοῦ Ἰσραὴλ τετολμήκασι στρατείας· καὶ τὰς μὲν δέκα φυλὰς Θεγλαθφαλάσαρ καὶ Σαλμανάσαρ ἐξανδραποδίσαντες αἰχμαλώτους ἀπήγαγον· κατὰ δὲ τῆς Ἰουδαίας Σενναχηρεὶμ στρατεύσας, ἄλλας τε πόλεις εἷλε πολιορκίᾳ, καὶ δὴ κατὰ τῆς Ἱερουσαλὴμ τὴν στρατιὰν ἀποστείλας, κατ' αὐτοῦ τοῦ Θεοῦ τῶν ὅλων τὴν γλῶτταν ἐκίνησεν. Ἀλλὰ παραυτίκα μὲν ἀοράτως δι' ἀγγέλου ἑνὸς αἱ πολλαὶ τῷ θανάτῳ παρεπέμφθησαν μυριάδες· καὶ αὐτὸς δὲ ὁ τούτων βασιλεὺς, ταύτην διαφυγὼν τὴν πληγὴν, καὶ κῆρυξ τῆς θεηλάτου τιμωρίας γενόμενος (τούτου γὰρ χάριν σῶον αὐτὸν διαφυγεῖν ἐνδέδωκεν ὁ Θεὸς), ἐν αὐτοῖς τοῖς βασιλείοις ὑπὸ τῶν φύντων δέχεται τὴν πληγήν. Καὶ μικρὸν ὕστερον εἰς Βαβυλῶνα τῆς βασιλείας μετατεθείσης, ἐσβέσθη μὲν ἅπαν τοῦτο τῶν βασιλέων τὸ γένος, ἀνάστατος δὲ ἡ πόλις ἐγένετο, καὶ ἐρημίᾳ παντελεῖ παρεδόθη. Τοῦτον τῆς Νινευῒ τὸν ὄλεθρον ὁ μακάριος Ναοὺμ ὁ προφήτης προλέγει, τοῦ θείου Πνεύματος δεξάμενος τὴν ἐνέργειαν, καὶ δι' ὧν θεσπίζει διδάσκει, ὡς οὐδὲν ἀτημέλητον, οὐδὲ ἀπρονόητον παρὰ τῷ Δεσπότῃ Θεῷ, ψήφῳ δὲ δικαίᾳ κεχρημένος τῶν βεβιωμένων ἕκαστον ἀπαιτεῖ τὰς εὐθύνας. Οὗ χάριν τὸν μὲν Ἰσραὴλ ἠσεβηκότα παραδέδωκεν Ἀσσυρίοις· Ἀσσυρίους δὲ θηριωδῶς τούτοις προσενεχθέντας, καὶ ὠμότητι χρησαμένους, πολλὰς δι' ἑτέρων πάλιν εἰσεπράξατο δίκας. Οὔτε γὰρ ὡς θείᾳ βουλῇ διακονούμενοι τὴν κατὰ τοῦ Ἰσραὴλ ἐποιήσαντο στρατείαν,