# Interpretatio in xii prophetas minores 81.1789

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1789

ἀλλ' αὐθαδείᾳ καὶ θρασύτητι χρώμενοι, καὶ τὴν οἰκείαν δυναστείαν κατὰ πάντων ἐκτείνειν πειρώμενοι. Εἴασε δὲ αὐτοὺς ὁ τῶν ὅλων Θεὸς εἰς ἔργον ἀγαγεῖν τὸ ἐγχείρημα, δίκας δι' αὐτῶν τὸν Ἰσραὴλ εἰσπραττόμενος. Ὡς ἂν δὲ μὴ νομίσῃ ἐν οἰκείᾳ δυνάμει τοῦτο κατορθωκέναι, πασῶν τῶν ἄλλων περιγενομένους πόλεων, παρ' αὐτοὺς τῆς Ἱερουσαλὴμ τοὺς περιβόλους τὰς πολλὰς κατηκόντισε μυριάδας. Ταύτας ἔχει τὰς προῤῥήσεις ἡ τοῦ μακαρίου Ναοὺμ προφητεία· ἀρκτέον δὲ λοιπὸν τῆς τῶν ῥητῶν ἑρμηνείας. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. αʹ. «Λῆμμα Νινευΐ· βιβλίον ὁράσεως Ναοὺμ τοῦ Ἐλκεσαίου.» Ἡ τοῦ παναγίου Πνεύματος χάρις διαφόρως ἐν τοῖς θαυμασίοις ἐνεργοῦσα προφήταις, τοὺς μὲν ὁρᾷν τινα παρεσκεύαζεν, ὡς τὸν θεσπέσιον Ἡσαΐαν, καὶ Μιχαίαν, καὶ Δανιὴλ, καὶ Ἰεζεκιὴλ, καὶ Ζαχαρίαν· τισὶ δὲ ἐνήχει τινὰ ὡς ἐβούλετο, καὶ ἀκούειν ἐδόκουν προσδιαλεγομένου τινός· ἄλλοις ἐνέπνει τὴν προφητείαν, καὶ διὰ τῆς ἐκείνων ἐφθέγγετο ἃ ἐβούλετο γλώττης. Ἐξαπιναίως γὰρ τῆς τούτων ἐπιλαμβανομένη διανοίας ἡ προφητικὴ χάρις, καὶ τῶν ἀνθρωπείων αὐτοὺς ἁπάντων χωρίζουσα, ὑπουργεῖν καὶ διακονεῖν τοῖς προφητικοῖς παρεσκεύαζε λόγοις. Τοῦτο οὖν ὁ προφήτης λῆμμα προσηγόρευσε, τῆς διανοίας τὴν λῆψιν, καὶ τὴν ἀπὸ τῶν ἀνθρωπίνων μετάθεσιν. Ληφθεῖσα γάρ μου, φησὶν, ὑπὸ τοῦ θείου Πνεύματος ἡ διάνοια, προεῖδε τὰ τῇ Νινευῒ συμβησόμενα. βʹ. «Ὁ Θεὸς ζηλωτὴς, καὶ ἐκδικῶν Κύριος τοὺς ὑπεναντίους αὑτοῦ, καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχθροὺς αὑτοῦ.» Ἐπειδὴ γὰρ κατὰ τῆς Ἱερουσαλὴμ λυττήσαντες βλασφήμοις κατὰ τοῦ Θεοῦ τῶν ὅλων ἐχρήσαντο λόγοις, εἰκότως ὑπεναντίους αὐτοὺς καὶ ἐχθροὺς ὀνομάζει, καὶ τὸν ὄλεθρον ἀπειλεῖ. Ζῆλον δὲ τὴν δικαίαν ὀργὴν προσηγόρευσεν. Οὕτω γὰρ ὁ νομοθετῶν φησιν· «Οὐ ποιήσεις παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐπὶ τῆς γῆς κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς, ὅτι ἐγὼ Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτὴς, πῦρ καταναλίσκον.» Οὕτω καὶ ὁ μέγας Ἠλίας φησί· «Ζηλῶν ἐζήλωσα Κυρίῳ παντοκράτορι Θεῷ Ἰσραήλ·» ἀντὶ τοῦ, Κατὰ τῶν εἰς Θεὸν ἀσεβούντων ἀγανακτῶ. γʹ. «Κύριος μακρόθυμος, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ ἀθωῶν οὐκ ἀθωώσει.» Οὐκ εὐθὺς, φησὶ, καὶ παραυτίκα τὰς τιμωρίας ἐπάγει, ἀλλὰ μακροθυμίᾳ πλείστῃ χρώμενος. Τούτου μάρτυρες ὑμεῖς οἱ Νινευῗται, μεταμελείᾳ χρησάμενοι, καὶ τὴν σωτηρίαν εὑράμενοι, καὶ πάλιν πονηρίᾳ πλείστῃ χρησάμενοι, καὶ τέως δίκας ὑπὲρ ταύτης οὐ τίσαντες· ἀλλὰ φέ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
