Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1792
Not analysed yet
ρων ἐπὶ πλεῖστον τὰς τῶν ἀνθρώπων παρανομίας, οἶδε καὶ τιμωρίαν τοῖς μὴ μεταμελουμένοις ἐπάγειν. Τοῦτο γὰρ εἶπεν· «Ἀθωῶν οὐκ ἀθωώσει·» ἀντὶ τοῦ, τὸν κολάσεως ἄξια πλημμελήσαντα, τῆς τιμωρίας οὐκ ἀπαλλάξει. «Κύριος, ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ.» Οὐκέτι φιλανθρωπίας, φησὶ, μεταδώσει ὑμῖν ὁ τῶν ὅλων Θεὸς, ἀλλὰ τὸν ὄλεθρον ἐπάξει. Τούτῳ ἔοικε τὸ ἐν τῷ ψαλμῷ εἰρημένον· «Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια.» Ἡ γὰρ ἀλήθεια οὐ φιλανθρωπίαν μόνην, ἀλλὰ καὶ τιμωρίαν ἔχει δικαίαν. Ὁδὸν τοίνυν κἀνταῦθα κἀκεῖ τὴν πρᾶξιν νοητέον. «Καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ.» Ἁρμοδίως μάλα τὸν κονιορτὸν τῇ ὁδῷ προστέθεικε. Βούλεται δὲ εἰπεῖν, ὅτι Νῦν οὐκέτι μακροθυμίᾳ χρήσεται, ἀλλ' ὄλεθρον ὑμῖν ἐπάξει, πανταχόθεν ὑμῖν τῶν κακῶν ἐπιστήσας τὸ νέφος. Καὶ διδάσκων, ὡς ῥᾳδίως πᾶν ὅ τι ἂν ἐθελήσῃ ποιεῖ, ἐπήγαγεν· δʹ. «Ἀπειλῶν θαλάσσῃ, καὶ ξηραίνων αὐτὴν, καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν.» Εἰ γὰρ δοκιμάσειεν ἅπαν τῆς τε θαλάττης καὶ τῶν ποταμῶν φροῦδον ποιῆσαι τὸ ὕδωρ, ἐν ἀκαρεῖ τοῦτο δρᾶσαι δυνήσεται· καὶ τούτου τὴν ἀπόδειξιν ἀπὸ τῶν ἤδη γεγενημένων παρέσχεν. «Ὠλιγώθη ἡ Βασανῖτις καὶ ὁ Κάρμηλος, καὶ πάντα τὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπε.» Ποινὴν γὰρ ἀπαιτῆσαι βουληθεὶς τούς τε τὴν Βασανῖτιν, καὶ τὸν Κάρμηλον, καὶ τὸν Λίβανον οἰκοῦντας, ὑμῖν τούτους παρέδωκα. Ὑμεῖς δὲ τὰς τούτων χώρας δῃώσαντες, καὶ τὰς πόλεις πορθήσαντες, καὶ τοὺς ἐνοικοῦντας ἐξανδραποδίσαντες, ἐρημία παντελεῖ παρεδώκατε. εʹ. «Τὰ ὄρη ἐσείσθησαν ἀπ' αὐτοῦ, καὶ οἱ βουνοὶ ἐσαλεύθησαν, καὶ ἀνεστάλη ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ ἡ σύμπασα, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ.» Ἐπειδὴ γάρ τινες ὑπελάμβανον αὐτὸν μόνον Ἰουδαίων εἶναι Θεὸν, εἰκότως ὁ προφήτης διδάσκει, ὅτι ὄρη, καὶ βουνοὺς, καὶ πᾶσαν τὴν γῆν σὺν τοῖς κατοικοῦσι νεύματι μόνῳ συσσείει· τὸ δὲ, ἀνεστάλη ἡ γῆ, ὁ μὲν Ἀκύλας, ἔφριξεν, εἶπεν· ὁ δὲ Σύμμαχος, ἐκινήθη. ϛʹ. «Πρὸ προσώπου ὀργῆς αὐτοῦ τίς ὑποστήσεται; καὶ τίς ἀντιστήσεται ἐν ὀργῇ θυμοῦ αὐτοῦ; Ὁ θυμὸς αὐτοῦ τήκει ἀρχὰς, καὶ πέτραι διεθρύβησαν ἀπ' αὐτοῦ.» Εἰ γὰρ τοὺς ἐπὶ δυναστείαις βρενθυομένους, καὶ πετρῶν ἔχειν ἰσχὺν ὑπειλημμένους, εὐπετῶς μάλα συντρίβει καὶ καταλύει· τίς ἱκανὸς ἀντιστῆναι τῇ ἐκεῖθεν φερομένῃ παιδείᾳ; Ἀλλ' ὥσπερ τοὺς ἀλαζόνας καταλύει ῥᾳδίως, οὕτως χρηστός ἐστι Κύριος τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρᾳ θλίψεως, καὶ γινώσκων τοὺς εὐλαβουμένους αὐτόν. Δείξας δὲ, ὅπως προσφέρεται τοῖς τὰς ἐπιφερομένας ὑπομένουσι παιδείας, καὶ μηδὲν ἀπηχὲς φθεγγομένοις, πάλιν τὴν κατὰ τῶν ἀνοσίων διεξέρχεται τιμωρίαν.