# Interpretatio in xii prophetas minores 81.1793

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1793

ηʹ. «Καὶ ἐν κατακλυσμῷ πορείας συντέλειαν ποιήσεται· τοὺς ἐξεγειρομένους καὶ τοὺς ἐχθροὺς αὐτοῦ διώξεται σκότος.» Πανωλεθρίᾳ γὰρ καὶ σκότῳ διηνεκεῖ τοὺς κατ' αὐτοῦ θρασυνομένους παραδώσει. Κατακλυσμὸν γὰρ καὶ συντέλειαν, τὴν πανωλεθρίαν ἐκάλεσεν. Εἶτα κατ' ἐρώτησιν· θʹ. «Τί λογίζεσθε ἐπὶ τὸν Κύριον;» Ποίαν, φησὶν, ὑπολαμβάνετε δύναμιν αὐτὸν ἔχειν; Συντέλειαν αὐτὸς ποιήσει, καὶ οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει.» Ἀθρόαν, φησὶν, ὑμῖν ἐπάξει τὴν τιμωρίαν, ὥστε μὴ δεηθῆναι δευτέρας πληγῆς. ιʹ. «Ὅτι ἕως θεμελίου αὑτῶν χερσωθήσονται, καὶ ὡς σμίλαξ περιπλεκομένη, βρωθήσονται, καὶ ὡς καλάμη ξηρασίας μεστή.» Ὥσπερ γὰρ τὸ πῦρ ξηρὰν καλάμην καταναλίσκει ῥᾳδίως, καὶ ἡ παρὰ τοὺς φραγμοὺς φυομένη βοτάνη, καὶ τοῖς παλιούροις μάλιστα συμπλεκομένη, οὔτε ἐκείνους ἀνθεῖν ἐᾷ, καὶ αὕτη τῷ χρόνῳ διαφθείρεται· οὕτως ὑμεῖς τὰς τῶν ἄλλων καταλύσαντες βασιλείας, καὶ τῆς βασιλείας αὐτῆς γυμνωθήσεσθε, καὶ ὀλέθρῳ παραδοθήσεσθε. Καὶ τῆς τιμωρίας τὸ δίκαιον δεικνὺς, ἐπήγαγεν· ιαʹ. «Ἐκ σοῦ ἐξελεύσεται λογισμὸς κατὰ τοῦ Κυρίου, πονηρὰ βουλευόμενος ἐναντία.» Ταῦτα δὲ πείσῃ διὰ τὰς μανικὰς τῆς σῆς ἐννοίας ὠδῖνας. Διδάσκει δὲ ταύτας ἡμᾶς καὶ ἡ τετάρτη τῶν Βασιλειῶν ἱστορία, καὶ ὁ θεσπέσιος Ἡσαΐας. Ἐν ἐκείναις γὰρ ταῖς βίβλοις ὁ Σενναχηρεὶμ ἀναγέγραπται, τὴν βλασφημίαν ἐκείνην κατὰ τοῦ Θεοῦ τῶν ὅλων λυττήσας· «Εἴπατε Ἐζεκίᾳ· Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας, ὁ βασιλεὺς τῶν Ἀσσυρίων· Μή σε ἀπατάτω ὁ Θεός σου ἐν ᾧ σὺ πέποιθας ἐπ' αὐτῷ, ὅτι ῥύσεται τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου.» Καὶ τὰ ἄλλα τὰ τούτοις προσόμοια. Ταύτην αὐτοῦ τὴν ἀλαζονείαν ὑποδεικνὺς ὁ Θεὸς ἔλεγε διὰ τοῦ προφήτου· «Ἐπισκέψομαι ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν βασιλέα τῶν Ἀσσυρίων·» οὕτω τῶν λογισμῶν αὐτοῦ τὴν ἀλαζονείαν γυμνοῖ. ιβʹ. «Τάδε λέγει Κύριος, κατάρχων ὑδάτων πολλῶν, καὶ οὕτω διασταλήσονται.» Πλῆθος ὑδάτων τὸ πλῆθος τῶν Βαβυλωνίων καλεῖ, τὸ κατὰ τῆς Νινευῒ στρατεῦσαν, ὃ δίκην ὑδάτων τοῖς λόχοις διαιρεθὲν, εἰς τὴν τῆς πόλεως πολιορκίαν ἐχώρησε. Τούτου δὲ, φησὶ, γενομένου, «Ἡ ἀκοή σου οὐκ ἐνακουσθήσεται ἔτι.» Λήθῃ γὰρ παντελεῖ παραδοθήσῃ. ιγʹ. «Καὶ νῦν συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ σοῦ, καὶ τοὺς δεσμούς σου διαῤῥήξω.» Λήψομαι γὰρ φησὶ, σοῦ τὴν ἐξουσίαν, ἣν ἔδωκά σοι πάλαι· καὶ καταλύσω σου τὴν δυναστείαν, τοὺς ταύτης διαῤῥήξας συνδέσμους. Ῥάβδον γὰρ τὴν ἐξουσίαν καλεῖ· καὶ τοῦτο σαφῶς ἡμᾶς διὰ Ἡσαΐου τοῦ προφήτου

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
