# Interpretatio in xii prophetas minores 81.1801

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1801

τὸ κατοικητήριον τῶν λεόντων τὴν Νινευῒ, λέοντας δὲ τοὺς βασιλεῖς, σκύμνους δὲ τοὺς τούτων υἱεῖς, νομὴν δὲ, τούτων τὰς ὑπηκόους πόλεις. Οἱ πάλαι, φησὶ, λεόντων δίκην τὴν Νινευῒ μὲν οἰκοῦντες, πᾶσι δὲ ἀδεῶς ἐπιόντες, καὶ τροφὴν τοῖς σκύμνοις πορίζοντες, πῶς νῦν οὐδὲν τοιοῦτον δρᾶτε, πολεμίων ὑμῖν ἐπελθόντων; Καὶ ἐπιμένων τῇ τροπῇ· «Ποῦ ἐπορεύθη, φησὶ, λέων τοῦ εἰσελθεῖν;» Ἀλλ' ἆρα, φησὶ, μὴ κατά τινων στρατείαν κινήσας ἀποδημῶν ἐτύγχανες, ἡνίκα τῶν ἐναντίων τὸ στίφος προσέβαλεν; ἀλλ' οὐκ ἔστι ταῦτα· «Ἐκεῖ γὰρ, φησὶ, σκύμνοι λέοντος, καὶ οὐκ ἦν ὁ ἐκφοβῶν.» Οὐκ αὐτὸς γὰρ μόνος τηνικαῦτα ἐνδημῶν ἐτύγχανες, ἀλλὰ καὶ οἱ στρατηγοὶ ἅπαντες, οἱ πάλαι μηδένα δειμαίνοντες, ἀλλὰ τὰς ἄλλας καταλύοντες βασιλείας, καὶ τὸν ἐκεῖθεν φόρον ἀθροίζοντες, καὶ τοῖς ἐκγόνοις τροφὴν πορίζοντες. Τοῦτο γὰρ παρεδήλωσε δι' ὧν ἐπήγαγε· ιβʹ. «Λέων ἥρπασε τὰ ἱκανὰ αὑτοῦ τοῖς σκύμνοις, καὶ ἀπέπνιξε τοῖς λέουσιν αὑτοῦ· καὶ ἔπλησε θήρας νοσσιὰν αὑτοῦ, καὶ τὸ κατοικητήριον αὑτοῦ ἁρπαγῆς.» Εἴωθε γὰρ τὰ θηρία ἀποπνίγειν τὰ θηρώμενα ζῶα, καὶ οὕτω τοῖς ἐξ αὑτῶν προσφέρειν τροφήν. Καὶ οἱ Ἀσσύριοι δὲ, τὰς τῶν ἐθνῶν καταλύοντες βασιλείας, τὸν ἐκεῖθεν ἐκαρποῦντο δασμόν. Ταύτης δὲ τῆς παρανομίας ἐγώ σε εἰσπράξομαι δίκας. ιγʹ. «Ἰδοὺ γὰρ ἐγὼ ἐπὶ σὲ, λέγει Κύριος παντοκράτωρ, καὶ ἐκκαύσω ἐν καπνῷ πλῆθός σου, καὶ τοὺς λέοντάς σου καταφάγεται μάχαιρα, καὶ ἐξολοθρεύσω ἐκ τῆς γῆς τὴν θήραν σου, καὶ οὐ μὴ ἀκουσθῇ ἔτι τὰ ἔργα σου.» Ἐπειδὴ τροπικῶς ἄνω λεόντων, καὶ σκύμνων, καὶ θήρας, καὶ νομῆς ἐμνημόνευσεν, εἰκότως καὶ τὴν τούτων ἀναίρεσιν τροπικῶς προθεσπίζει. Καὶ ἐπειδὴ τὰ ἐν ἄντροις τισὶ κεκρυμμένα θηρία, καὶ προκύπτειν οὐ βουλόμενα, καπνὸν ταῖς εἰσόδοις προσφέροντες οἱ θηρεύοντες, ἐξιέναι καταναγκάζουσι, καὶ ἐξιόντα δέχονται ταῖς αἰχμαῖς, εἰκότως ἔφη καπνῷ παραδώσειν τὸ πλῆθος, καὶ τοὺς λέοντας τῇ ῥομφαίᾳ· σημαίνει δὲ τὸν τῆς πόλεως ἐμπρησμὸν, καὶ τὴν τῶν βασιλέων σφαγὴν, ὧν γενομένων καὶ ἡ θήρα παῦλαν ἔλαβεν. ΚΕΦΑΛΑΙΟΝ Γʹ. Εἶτα κατὰ ταυτὸν καὶ τραγῳδεῖ αὐτῆς τὴν πονηρίαν, ψευδῆ ἅπασαν καὶ ἄδικον ἀποκαλῶν· καὶ διηγεῖται τὰ ἐπελθόντα δεινὰ, σεισμῷ ἐοικέναι λέγων τῶν ἁρμάτων τὸν κτύπον, καὶ τὸν τῶν ἵππων χρεμετισμὸν, καὶ τῶν ἱππέων τὸν θόρυβον. Καταπλήττει δὲ καὶ τῇ περὶ τῶν ὅπλων ἐξηγήσει, ἀστράπτειν λέγων τοὺς θώρακας καὶ τὰς ῥομφαίας. Προλέγει δὲ καὶ τῶν πιπτόντων τὸ πλῆθος, καὶ τῶν εἰς ἐπικουρίαν συνελθόντων ἐθνῶν τὴν ἀναίρεσιν. Ὀλίγους δὲ τοὺς ἐντεῦθεν διασωζομένους φησί. Τοῦτο γὰρ ἐδήλωσεν εἰρηκώς·

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
