# Interpretatio in xii prophetas minores 81.1809

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1809

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΒΑΚΟΥΜ. ΥΠΟΘΕΣΙΣ. Εἰσί τινες, οἳ κομιδῇ δυσχεραίνουσι τοὺς ἀδικοῦντας εὐημεροῦντας θεώμενοι· καὶ οἱ μὲν ἐνδυάζουσιν εἰ προμηθεῖται τῶν ἀνθρώπων ὁ τῶν ὅλων Θεός· οἱ δὲ πιστεύουσι μὲν τοῖς περὶ προνοίας λόγοις, ἐπαποροῦσι δὲ τί δήποτε τοῦτον οἰκονομεῖται τὸν τρόπον τὰ πράγματα. Τούτων τῶν δευτέρων τὸ πρόσωπον ὁ θαυμάσιος Ἀμβακοὺμ ὁ προφήτης ἀναλαβὼν, ἐπαπορεῖ μὲν, ὡς δῆθεν αὐτὸς μαθεῖν ἐφιέμενος τὴν αἰτίαν τῶν γιγνομένων· ἐπιφέρει δὲ τὴν λύσιν, ἣν ἡ τοῦ Πνεύματος ἐχορήγησε χάρις. Οὐ γὰρ, ὥς τινες ὑπέλαβον, αὐτὸς τοῦτό γε τὸ πάθος ὑπέμεινεν· ἀλλὰ τὸ παρὰ τῶν ἄλλων εἰσφέρει, καὶ τὴν περὶ τῶν ζητουμένων ἐπιφέρει διδασκαλίαν. Ταυτὸ δὴ τοῦτο πεποίηκε καὶ ὁ θεῖος Δαβίδ· εἰσάγει γὰρ πρόσωπον δυσκόλως ἔχον πρὸς τὰς τῶν πονηρῶν εὐπραξίας, καί φησιν· «Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν.» Καὶ πολλὰ τοιαῦτα τούτοις προσθεὶς, ὑπέδειξε τῶν ζητουμένων τὴν λύσιν. «Τοῦτο γὰρ, φησὶ, κόπος ἐστὶν ἐνώπιόν μου, ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν.» Τοῦτο δὲ μαθὼν ἀπὸ τῆς τοῦ Πνεύματος χάριτος, ἐπήγαγε· «Πλὴν διὰ τὰς δολιότητας αὐτῶν ἔθου αὐτοῖς κακά· κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι· πῶς ἐγένοντο εἰς ἐρήμωσιν; ἐξάπινα ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὑτῶν, ὡσεὶ ἐνύπνιον ἐξεγειρομένων.» Καὶ μετ' ὀλίγα, διδάσκων μὴ πολυπραγμονεῖν τὰς θείας οἰκονομίας, ἀλλ' ἁπλοϊκὼς τοὺς θείους ὑποδέχεσθαι λόγους· «Κτηνώδης, φησὶν, ἐγενόμην παρὰ σοὶ, κἀγὼ διὰ παντὸς μετὰ σοῦ.» Προσήκει γάρ με, φησὶ, καθάπερ ἕπεται τὸ κτῆνος τῷ ἡγουμένῳ καὶ ἄγοντι, μὴ περιεργαζόμενον ποῦ βαδίζει, οὕτω τοῖς σοῖς λόγοις πιστεύειν, καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
