# Interpretatio in xii prophetas minores 81.1820

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1820

Γράψον ὅρασιν σαφῶς εἰς πυξίον, ὅπως διώκῃ ὁ ἀναγινώσκων αὐτά. Διότι ἔτι ὅρασις εἰς καιρὸν μακρὸν, καὶ ἀνατελεῖ εἰς πέρας, καὶ οὐκ εἰς κενόν.» Μὴ μόνοις, φησὶ, τοῖς νῦν περὶ τούτων ἐνδυάζουσι προσενέγκῃς τοὺς λόγους, ἀλλὰ καὶ τοῖς εἰς ὕστερον ἐσομένοις ἀνάγραπτον τὴν περὶ τούτων μνήμην παράπεμψον· μᾶλλον δὲ ἐκείνοις ἢ τούτοις ἁρμόττει τὰ ῥηθησόμενα· μετὰ συχνὸν γὰρ χρόνον δέξεται πέρας ἡ προφητεία. Εἶτα καὶ παραινεῖ τὸ τέλος προσμένειν, καὶ μὴ ἐνδυάζειν διὰ τὸν ἐν μέσῳ δαπανώμενον χρόνον. «Ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτὸν, ὅτι ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ.» Ἀληθὴς, φησὶν, ὁ τῆς προῤῥήσεως λόγος· μὴ τοίνυν ἐνδυάσῃς, κἂν πολλοῦ διελθόντος χρόνου μὴ θεάσῃ τὸ τέλος· περανθήσεται γὰρ πάντως, καὶ ἀτέλεστος οὐ μενεῖ. δʹ. «Ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ· ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται.» Ὁ μὲν γὰρ περὶ τὰς ὑπ' ἐμοῦ γιγνομένας προῤῥήσεις ἀμφιβόλῳ χρώμενος γνώμῃ, τῆς ἐμῆς κηδεμονίας ἀνάξιος· ὁ δὲ τοῖς ὑπ' ἐμοῦ λεγομένοις πιστεύων, καὶ τῇ πίστει πρόσφορον μετερχόμενος βίον, τὸν τῆς ζωῆς τρυγήσει καρπόν. Ταῦτα τοίνυν ἐπιστάμενος, πιστῶς δέξαι τὰ περὶ τοῦ Βαβυλωνίου σοι προδηλούμενα. Εἶτα τὸν τῦφον αὐτοῦ καὶ τὴν ἄπληστον διηγεῖται πλεονεξίαν. εʹ. «Ὁ δὲ κατοιόμενος, καὶ καταφρονητὴς, ἀνὴρ ἀλαζὼν οὐθὲν οὐ μὴ περανεῖ.» Ἴσθι τοίνυν, ὡς ὁ οἰήσει χρώμενος, καὶ ἐφ' ἑαυτῷ μέγα φρονῶν, καὶ τῆς ἐμῆς μακροθυμίας καταφρονῶν, οὐ μέχρι πολλοῦ ταύτῃ κατὰ τῶν ἄλλων χρήσεται τῇ δυναστείᾳ. «Ὃς ἐπλάτυνε καθὼς ὁ ᾅδης τὴν ψυχὴν αὑτοῦ, καὶ αὐτὸς ὡς θάνατος οὐκ ἐμπιπλάμενος· καὶ ἐπισυνάξει πρὸς αὐτὸν πάντα τὰ ἔθνη, καὶ προσδέξεται πρὸς ἑαυτὸν πάντας τοὺς λαούς.» ᾍδῃ γὰρ καὶ θανάτῳ παραπλησίως κόρον λαβεῖν οὐκ ἐθέλει, καὶ πάντας ἀνθρώπους ὑφ' ἑαυτὸν ποιούμενος, οὐκ ἐμπίπλησι τῆς ἐπιθυμίας τὴν δυναστείαν. ϛʹ. «Οὐχὶ ταῦτα πάντα παραβολὴν κατ' αὐτοῦ λήψονται, καὶ πρόβλημα εἰς διήγησιν αὐτοῦ; Καὶ ἐροῦσιν· Οὐαὶ ὁ πληθύνων τὰ οὐκ ὄντα αὐτοῦ. ἕως τίνος καὶ βαρύνας τὸν κλοιὸν αὐτοῦ στιβαρῶς;» Ἅπας γὰρ εὖ φρονῶν ᾅδῃ μὲν αὐτοῦ καὶ θανάτῳ τὴν ἀπληστίαν παραβαλεῖ· θρηνήσει δὲ αὐτὸν, ἐξ ἀλλοτρίων κακῶν τὴν περιουσίαν αὔξοντα, καὶ κόρον λαβεῖν οὐκ ἐθέλοντα, ἀλλὰ τῷ δασμῷ καὶ τῷ φόρῳ τοὺς ἀρχομένους βαρύνοντα· καὶ ἐρεῖ· Μέχρι πότε κόρον οὐ λαμβάνεις τῆς ἀπληστίας; Ἀλλὰ γὰρ ἄκων τῆς ἀδικίας παύσεται. ζʹ, ηʹ. «Ὅτι ἐξαίφνης ἀναστήσονται δάκνοντες αὐτὸν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ αὐτοῖς εἰς διαρπαγήν. Διότι σὺ ἐσκύλευσας ἔθνη

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
