# Interpretatio in xii prophetas minores 81.1821

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1821

πολλὰ, σκυλεύσουσί σε πάντες οἱ ὑπολελειμμένοι λαοί.» Τοὺς γὰρ πλείστους καταγωνισάμενος, ὑπ' ὀλίγων καταλυθήσῃ· καὶ ὥσπερ ἐξ ὕπνου διαναστάντες οἱ τῆς σῆς ἐπὶ πλεῖστον ἀνασχόμενοι τυραννίδος, τὸν σὸν τυρεύσουσιν ὄλεθρον, καὶ δώσεις δίκας τῶν μυρίων σφαγῶν, καὶ τῆς πολλῆς δυσσεβείας, καὶ τῆς εἰς τὰς πόλεις παρανομίας, ἃς τῶν οἰκητόρων ἐρήμους ἀπέφηνας. θʹ. «Ὢ ὁ πλεονεκτῶν πλεονεξίαν κακὴν τῷ οἴκῳ αὑτοῦ, τοῦ τάξαι εἰς ὕψος νοσσιὰν ἑαυτοῦ, τοῦ ἐκσπασθῆναι ἐκ χειρὸς κακῶν.» Ἄθλιος ἀληθῶς καὶ τρισάθλιος, ὁ τοῦ πλείονος ἐφιέμενος, καὶ ἐκ τοιούτων πόρων αὔξειν τὸν οἶκον πειρώμενος, καὶ πάντων ἀνθρώπων ὑπέρτερος γενέσθαι φιλονεικῶν· μείζονα γὰρ ὁ τοιοῦτος ὑπομενεῖ τὴν πτῶσιν, ἅτε δὴ ἐξ ὕψους μείζονος εἰς βάθος φερόμενος. ιʹ. «Ἐβουλεύσω αἰσχύνην τῷ οἴκῳ σου, συνεπέρανας λαοὺς πολλοὺς, καὶ ἐξήμαρτεν ἡ ψυχή σου.» Μυρία γὰρ κατὰ πολλῶν ἐθνῶν δράσας δεινὰ, τὴν μὲν σὴν ψυχὴν περιέπειρας ἁμαρτίαις, αἰσχύνῃ δὲ τὴν οἰκίαν περιέβαλες πᾶσαν. ιαʹ. «Διότι λίθος ἐκ τοίχου βοήσεται, καὶ κάνθαρος ἐκ ξύλου φθέγξεται αὐτά.» Οὐ γὰρ μόνον οἱ λόγου μετειληχότες, ἀλλὰ τυχὸν καὶ τὰ ἄψυχα, καὶ τὰ ἄλογα ταῦτα περὶ τῆς σῆς ἀνοίας καὶ μανίας βοήσονται. Δῆλον δὲ ὡς ὑπερβολικῶς τὸ τοῦ λίθου καὶ τοῦ κανθάρου πρόκειται. Καὶ γὰρ ὁ Κύριος τοῖς Ἰουδαίοις περὶ τῶν παιδίων ἔφη· «Ἀμὴν λέγω ὑμῖν, κἂν οὗτοι σιγήσωσιν, οἱ λίθοι κεκράξονται.» Ἀντὶ δὲ τοῦ κάνθαρος, σύνδεσμος ξύλινος ὁ Σύμμαχος τέθεικεν. ιβʹ, ιδʹ. «Οὐαὶ ὁ οἰκοδομῶν πόλιν ἐν αἵμασι, καὶ ἑτοιμάζων πόλιν ἐν ἀδικίαις. Οὐ ταῦτά ἐστι παρὰ Κυρίου παντοκράτορος; Καὶ ἐξέλιπον λαοὶ ἱκανοὶ ἐν πυρὶ, καὶ ἔθνη πολλὰ ὠλιγοψύχησαν. Ὅτι πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὴν δόξαν Κυρίου, ὡς ὕδωρ πολὺ καλύψαι θαλάσσας.» Θρήνων ἀληθῶς καὶ ὀδυρμῶν ἄξιος εἶ, ἐξ ἀδίκων σφαγῶν τὴν οἰκείαν βασιλείαν αὐξήσας, καὶ μὴ συνιεὶς, ὡς τῶν ὅλων Θεὸς εὐθύνας τοὺς παρανομοῦντας εἰσπράττεται· εἰ γὰρ ταύτην ἐδέξω τὴν γνῶσιν, οὐκ ἂν οἷόν τινι πυρὶ τῇ δυνάμει κατὰ πολλῶν ἐθνῶν ἐχρήσω, ἀνηκέστους αὐτοῖς τιμωρίας ἐπάγων. Καὶ μὴ νόμιζε τῶν δυσκόλων εἶναι τὴν τῆς θείας γνώσεως κτῆσιν· εὖ ἴσθι γὰρ, ὡς ἅπαντα τῶν ἀνθρώπων τὰ γένη ταύτην ὅτι τάχιστα δέξεται τὴν ἀκτῖνα, καὶ τῇ τῆς θεογνωσίας αἴγλῃ καταυγασθήσεται, ὡς καλυφθῆναι τὴν πικρὰν τῆς ἀπιστίας θάλασσαν τοῖς γλυκέσι τῆς γνώσεως ὕδασιν. ιεʹ, ιϛʹ. «Ὢ ὁ ποτίζων τὸν πλησίον αὑτοῦ ἀνατρο-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
