Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1824
Not analysed yet
πὴν θολερὰν, καὶ μεθύσκων ὅπως ἐπιβλέπῃ ἐπὶ τὰ σπήλαια αὐτῶν. Καὶ πλησμονὴν ἀτιμίας ἐκ δόξης. Πίε καὶ σὺ, καὶ διασαλεύθητι, καὶ σείσθητι.» Ἐπειδὴ γὰρ οἷόν τι θολῶδες πόμα τὴν τιμωρίαν τοῖς ἄλλοις ἐπέφερες, τοὺς κατορωρυγμένους ἀναζητῶν θησαυροὺς, δέξαι καὶ σὺ ὃ ἐκέρασας πόμα, καὶ πιὼν ἀπόθου μὲν τὴν προτέραν εὔκλειαν, ἀτιμίᾳ δὲ περιβληθεὶς ὀλοφύρου τὴν ἀθρόαν μεταβολήν. «Ἐκύκλωσεν ἐπὶ σὲ ποτήριον δεξιᾶς Κυρίου, καὶ συνήχθη ἀτιμία ἐπὶ τὴν δόξαν σου.» Ἔφθασέ σε δικαία παρὰ τοῦ Θεοῦ τιμωρία. Ποτήριον γὰρ καὶ οἶνον τὴν τιμωρίαν καλεῖ, καθὰ πολλάκις εἰρήκαμεν. ιζʹ. «Διότι ἀσέβεια τοῦ Λιβάνου καλύψει σε, καὶ ταλαιπωρία θηρίων πτοήσει σε, δι' αἵματα ἀνθρώπων, καὶ ἀσεβείας γῆς, καὶ πόλεως, καὶ πάντων τῶν κατοικούντων αὐτήν.» Τίσεις, φησὶ, ποινὴν ὧν κατὰ τῆς Ἱερουσαλὴμ τετόλμηκας· Λίβανον γὰρ ταύτην ὠνόμασε· καὶ οἷόν τισι θηρίοις τοῖς πολεμίοις παραδοθήσῃ, τῶν παντοδαπῶν σου κακῶν ἀπαιτούμενος δίκας. ιηʹ. «Τί ὠφελεῖ γλυπτὸν, ὅτι ἔγλυψαν αὐτό; Ἔπλασαν αὐτὸ χώνευμα, φαντασίαν ψευδῆ· ὅτι πέποιθεν ὁ πλάσας ἐπὶ τὸ πλάσμα αὑτοῦ, τοῦ ποιῆσαι εἴδωλα κωφά.» Τί ἀνοητότερον τῶν τὰ χειροποίητα εἴδωλα προσκυνούντων; οἳ καὶ τὴν ὕλην καὶ τὴν τέχνην ὁρῶντες, ὡς θεοῖς τὸ σέβας ἠλιθίως προσφέρουσιν. ιθʹ. «Οὐαὶ ὁ λέγων τῷ ξύλῳ· Ἔκνηψον, ἐξεγέρθητι· καὶ τῷ λίθῳ· Ὑψώθητι· καὶ αὐτό ἐστι φαντασία· τοῦτο δέ ἐστιν ἔλασμα ἐκ χρυσίου καὶ ἀργυρίου, καὶ πᾶν πνεῦμα οὐκ ἔστιν ἐν αὐτοῖς.» Τίς οὐκ ἂν εἰκότως θρηνήσειε τοῖς ἐκ χρυσοῦ καὶ ἀργυρίου κατεσκευασμένοις θεοῖς; Οὐκ ἐρυθριῶσι γὰρ οἱονεὶ καθεύδοντας αὐτοὺς διεγείροντες· καὶ ταῦτα εἰδότες ὡς ἄψυχα πάμπαν ἐστὶν, ἐνεργεῖν διὰ τῶν φαινομένων αἰσθητηρίων οὐ δυνάμενα. κʹ. «Ὁ δὲ Κύριος ἐν ναῷ ἁγίῳ αὑτοῦ, καὶ εὐλαβείσθω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.» Τὰ μὲν γὰρ εἴδωλα κωφά εἰσι, καὶ πάσης δυνάμεως ἔρημα· ὁ δὲ ἡμέτερος Δεσπότης ἔχει μὲν οἷόν τινα ναὸν τὸν οὐρανὸν, ἔχει δὲ καὶ ἐν τῇ γῇ τὸν ἐν Ἱερουσαλὴμ ἀφιερωμένον τόπον· καὶ πάντων ἕνεκα δίκαιος δέχεσθαι παρὰ τῆς κτίσεως ἁπάσης τὸ σέβας. Καὶ ταῦτα δὲ δῆλον, ὡς πρὸς τὸν Βαβυλώνιον εἴρηται, καταφρονήσαντα μὲν τοῦ ὄντος Θεοῦ, καὶ τὸν θεῖον αὐτοῦ νεὼν παραδεδωκότα τῷ πυρὶ, τοῖς δὲ ὑπ' ἀνθρωπείας χειρὸς κατεσκευασμένοις εἰδώλοις πᾶσαν ἀπονείμαντα θεραπείαν. Οὕτω διαμορφώσας ὁ μακάριος προφήτης τοῦ λόγου τὸν χαρακτῆρα, καὶ σχηματίσας εἰς ἐρώτησιν καὶ ἀπόκρισιν, εἰς ἐπαπόρησιν καὶ λύσιν τῶν ζητουμένων, καὶ δείξας τοῦ Θεοῦ τὸ δίκαιον, καὶ ὅπως Ἰουδαίους μὲν διὰ Βαβυλωνίων,