# Interpretatio in xii prophetas minores 81.1825

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1825

καὶ Βαβυλωνίους δὲ δι' ἑτέρων εἰσπράττεται δίκας, εἰς ὑμνῳδίαν μεταβάλλει τὸν λόγον καὶ προσευχὴν, πάλιν ἐν προσχήματι προσευχῆς τὰ ἐσόμενα προθεσπίζων. ΚΕΦΑΛΑΙΟΝ Γʹ. βʹ. «Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· Κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.» Δέους μὲν ἐνεπλήσθην, ὦ Δέσποτα, τῶν σῶν ἐπακούσας ῥημάτων· θεώμενος δέ σου τῆς ψήφου τὸ δίκαιον, καὶ τῶν γιγνομένων ἕκαστον ἐνδίκως πρυτανευόμενον, σφόδρα θαυμάζων διατελῶ. «Ἐν μέσῳ δύο ζώων γνωσθήσῃ.» Τοῦτο ὑπό τινων διαφόρως νενόηται. Οἱ μὲν δύο ζῶα νενοήκασιν ἀγγέλους καὶ ἀνθρώπους· οἱ δὲ τῶν ἀσωμάτων δυνάμεων τὰ τῇ θείᾳ δόξῃ πελάζοντα, τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ· ἄλλοι δὲ Ἰουδαίους καὶ Βαβυλωνίους. Ἐμοὶ δὲ δοκεῖ μὴ ζῶα, ἀλλὰ ζωὰς εἰρηκέναι τὸν προφήτην, τήν τε παροῦσαν, καὶ τὴν μέλλουσαν, ὧν μέσος ὁ δίκαιος Κριτὴς ἀναφαίνεται. «Ἐν τῷ ἐγγίζειν τὰ ἔτη, ἐπιγνωσθήσῃ· ἐν τῷ παρεῖναι τὸν καιρὸν, ἀναδειχθήσῃ.» Τοῦ γὰρ χρόνου προϊόντος, καὶ τῶν πραγμάτων φαινομένων, δείκνυταί σου τὸ τῶν προῤῥήσεων ἀψευδές. «Ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου, ἐν ὀργῇ ἐλέους μνησθήσῃ.» Καὶ ταῖς παιδείαις δὲ διαταράττων τὰς τῶν ἀνθρώπων ψυχὰς, πάλιν ἐλέῳ κεχρημένος μεταβάλλεις τὰς συμφοράς. γʹ. «Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου.» Τὸ Θαιμὰν οἱ μὲν Λίβα, οἱ δὲ Νότον ἡρμηνεύκασι. Προθεσπίζει δὲ ὁ προφήτης, καὶ προαγορεύει τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, τὴν ἐν Βηθλεὲμ γενομένην, ἥτις ἀπὸ Νότου καὶ Λιβὸς τῆς Ἱερουσαλὴμ διάκειται· ὄρος δὲ κατάσκιον αὐτὴν τὴν Ἱερουσαλὴμ καλεῖ, χαρίσμασι παντοδαποῖς πάλαι κομάσασαν, καὶ τῇ νεφέλῃ σκιασθεῖσαν, καὶ ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθεῖσαν. «Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.» Τοῦτο καὶ ὁ μακάριος ἔφη Δαβίδ· «Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ. ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.» Ἐνανθρωπήσας γὰρ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος τῆς μὲν ἀγνοίας τὸν ζόφον ἐσκέδασε, ταῖς δὲ τῆς θεογνωσίας ἀκτῖσι τοὺς ἀνθρώπους ἐφώτισε, καὶ πάντας ἐδίδαξεν, ὡς οὐρανοῦ καὶ γῆς, καὶ τῶν ἁπάντων ἐστὶ Ποιητής. δʹ. «Καὶ φέγγος αὐτοῦ, ὡς φῶς ἔσται.» Φανοτάτην γὰρ ἀφῆκεν ἀκτῖνα, δι' ἧς τὴν οἰκουμένην κατηύγαζε. «Κέρατα ἐν χερσὶν αὐτοῦ ὑπάρχει αὐτῷ· καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὑτοῦ.» Οὐ μόνον δὲ τῷ φωτὶ τῆς διδασκαλίας χρησάμενος ὑπ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
