Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1828
Not analysed yet
έδειξε τὴν ἀλήθειαν, ἀλλὰ καὶ τῇ δυνάμει τῆς θαυματουργίας εἰς θαύματα πᾶσαν γλῶτταν ἐκίνησεν· ἑκάτερον δὲ πεποίηκε λίαν ἀγαπήσας τῶν ἀνθρώπων τὴν φύσιν· τοῦτο δὲ καὶ αὐτὸς ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εἶπεν· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.» Καί· «Μείζονα ταύτης ἀγάπην οὐδεὶς δύναται δεῖξαι, ἵνα τις θῇ τὴν ψυχὴν αὑτοῦ ὑπὲρ τῶν φίλων αὑτοῦ.» Κέρατα δὲ τὴν δύναμιν προσηγόρευσεν, ἐπειδὴ ὅπλα ταῦτα τῶν κεκτημένων ζώων. Τοιοῦτόν ἐστι τὸ ὑπὸ τοῦ μακαρίου Δαβὶδ εἰρημένον. «Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν.» εʹ. «Πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς παιδείαν κατὰ πόδας αὐτοῦ.» Ἡγεῖται γὰρ τῶν ἔργων ὁ λόγος, καὶ προαγορεύων τὰ ἐσόμενα, οὕτως ἐπάγει τὰ πράγματα σφόδρα τοῖς λόγοις συμβαίνοντα. Τὸ δὲ, εἰς παιδείαν, ἔνια μὲν τῶν ἀντιγράφων μετὰ τοῦ νῦ ἔχει, καὶ δηλοῖ, ὡς καὶ τοῖς λόγοις, καὶ τοῖς ἔργοις ὁ τῶν ὅλων Θεὸς εἰς παιδείαν τῶν ἀνθρώπων καὶ διδασκαλίαν κέχρηται· ἔνια δὲ ἄνευ τοῦ νῦ, καὶ σημαίνει ὅτι μετὰ πολλῆς τῆς εὐκολίας, ὡς ἐν ἱππηλάτῳ πεδίῳ, τρέχει τὰ πράγματα ταῖς προφητείαις ἀκολουθοῦντα. ϛʹ. «Ἔστη, καὶ ἐσαλεύθη ἡ γῆ· ἐπέβλεψε, καὶ ἐτάκη ἔθνη· διεθρύβη τὰ ὄρη βίᾳ, ἐτάκησαν βουνοὶ αἰώνιοι, πορείαις αἰωνίοις αὐτοῦ.» Διὰ πάντων δὲ τῶν εἰρημένων τὴν ἄῤῥητον τοῦ Θεοῦ δύναμιν ἡμᾶς ἐδίδαξε· τῇ βουλῇ γὰρ αὐτοῦ τὸ ἔργον ἀκολουθεῖ, καὶ θελήσας μόνον (τοῦτο γὰρ εἶπεν, ἔστη καὶ ἐπέβλεψε), κλονεῖ τὴν γῆν, διαλύει τῶν ἀνθρώπων τὴν φύσιν, ῥήγνυσι τὰ ὄρη, καὶ τοὺς βουνοὺς κηροῦ δίκην κατατήκει. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα εἰς ὠφέλειαν ἀνθρώπων ποιῶν διατετέλεκε. Πορείας γὰρ τὰ ἔργα καλεῖ. Σημαίνει δὲ διὰ τῶν εἰρημένων, καὶ τὸν πηγάσαντα πᾶσιν ἀνθρώποις τὴν σωτηρίαν σταυρόν· ἐφ' οὗ ἔστη μὲν ὁ Δεσπότης Χριστὸς, διέσεισε δὲ τὴν γῆν, καὶ τὰ ὄρη κλονήσας διέῤῥηξε, κατέπληξε δὲ τῷ δέει τῶν δαιμόνων τὰ γένη, καὶ τὰ ἐν ὄρεσι καὶ βουνοῖς τεμένη κατέλυσε. Ταῦτα ἄνωθεν μὲν, καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως δοκιμάσας, ἐπ' ἐσχάτου δὲ τῶν ἡμερῶν ἀποπληρώσας. ζʹ. «Ἀντὶ δὲ κόπων ὧν εἶδον, σκηνώματα Αἰθιόπων πτοηθήσονται, καὶ σκηναὶ γῆς Μαδιάμ.» Ἀλλὰ γὰρ μετὰ τὰ σωτήρια παθήματα εἶδον καταπεπτωκὸς τῶν δαιμόνων τὸ γένος, οἳ τὴν φυσικὴν τῶν Αἰθιόπων χρόαν ἐν τῇ προαιρέσει μιμούμενοι, τὰς τῶν ἀνθρώπων ἐξαπατῶσι ψυχάς. Εἰ δὲ καὶ ἐπὶ τῶν ἀνθρώπων ταῦτά τις ἐθέλει νοεῖν, τοῦ τῆς θείας Γραφῆς οὐκ ἐκπεσεῖται σκοποῦ· μετὰ γὰρ τὸν σωτήριον σταυρὸν, καὶ τὸ πάθος, καὶ τὴν ἀνάστασιν τοῦ Δεσπότου, τῆς πνευματικῆς χάριτος ἐμπλησθεὶς ὁ