# Interpretatio in xii prophetas minores 81.1829

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1829

θεῖος τῶν ἀποστόλων χορὸς, καὶ τοῦ Μαδιὰμ τὰς σκηνὰς, καὶ τῶν Αἰθιόπων τὰς οἰκήσεις ἐθεάσατο, καὶ πᾶσαν τὴν οἰκουμένην τῆς θείας ἐνέπλησε γνώσεως. ηʹ. «Μὴ ἐν ποταμοῖς ὠργίσθης, Κύριε, ἢ ἐν ποταμοῖς ὁ θυμός σου, ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου;» Κλονῶν, φησὶν, ὦ Δέσποτα, τὴν γῆν, καὶ τὰ ὄρη συντρίβων, μὴ πᾶσιν ὀργίζῃ τοῖς ἔθνεσι, καὶ πανωλεθρίαν ἅπασιν ἐπιφέρεις ἀνθρώποις; Ποταμοὺς γὰρ καὶ θάλασσαν τὰ ἔθνη προσηγόρευσεν. «Ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. (θʹ.) Ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ σκῆπτρα, λέγει Κύριος.» Ἀλλὰ γὰρ δῆλον, ὡς τῆς τῶν ἀνθρώπων προμηθούμενος σωτηρίας ταῦτα κατεδέξω τὰ πάθη. Διὸ καθάπερ τισὶν ἵπποις ἐποχούμενος τοῖς ἱεροῖς ἀποστόλοις, πᾶσι τοῖς πιστεύουσι παρέξεις τὴν σωτηρίαν· τοῖς δὲ κολαστικοῖς ὅπλοις κατὰ τῶν ἀντιλεγόντων χρήσῃ, ὧν πρωτεύουσιν αἱ τοῦ Ἰσραὴλ φυλαί· σκῆπτρα γὰρ ὠνόμασε τὰς φυλάς. Τούτῳ ἔοικε, τὸ ὑπὸ τοῦ Κυρίου περὶ τοῦ μακαρίου Παύλου πρὸς τὸν Ἀνανίαν εἰρημένον ἐν Δαμασκῷ· «Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοι ἐστὶν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων, καὶ τῶν υἱῶν Ἰσραήλ.» Τὸ δὲ, «Ἐντείνων ἐντενεῖς τὸ τόξον σου,» σφόδρα συμβαίνει τῷ ὑπὸ τοῦ μακαρίου Δαβὶδ εἰρημένῳ· «Ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε·» καὶ μετ' ὀλίγα· «Τὰ βέλη σου ἠκονημένα, Δυνατὲ, λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως.» —»Ποταμοῖς ῥαγήσεται ἡ γῆ.» Καθάπερ γὰρ οἱ γηπόνοι εἰς διώρυγας διαιροῦσι τοὺς ποταμοὺς, ἀρδείαν τῇ γῇ σοφιζόμενοι· οὕτως οἷόν τινας ποταμοὺς, τοὺς θείους ἀποστόλους καὶ τοὺς ἐκείνων ἀκολούθους διαιρήσεις, καὶ τὴν πνευματικὴν ἀρδείαν τοῖς ἀνθρώποις προσοίσεις. ιʹ. «Ὄψονταί σε, καὶ ὠδινήσουσι λαοί.» Διπλῆν δὲ τοῦτο διάνοιαν ἔχει. Οἴ τε γὰρ πεπιστευκότες ὁρῶντές σου προφαινομένην τὴν δύναμιν ἐρῶσι, καὶ οἱονεὶ ὠδίνουσιν, ἰδεῖν σου ποθοῦντες τὴν αἰώνιον βασιλείαν· οἵ τε ἀπιστίᾳ κατεχόμενοι ὀδύναις γυναικὸς ὠδινούσης βληθήσονται, φθονοῦντες καὶ βασκαίνοντές σου τῇ δόξῃ. «Σκορπίζων ὕδατα πορείας αὐτοῦ.» Καὶ τοῦτο τοῖς εἰρημένοις συμβαίνει. Τὰ γὰρ τῆς θείας αὑτοῦ διδασκαλίας ὕδατα διὰ τῶν θείων ἀποστόλων εἰς πάντα τὰ ἔθνη διένειμεν. «Ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὑτῆς, ὕψος φαντασίας αὐτῆς ἐπήρθη. (ιαʹ.) Ὁ ἥλιος καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὑτῆς.» Ἐπέμεινε τῇ τροπῇ, καὶ τὴν τῶν νοημάτων ἀκολουθίαν ἐφύλαξε. Ποταμοὺς γὰρ τοὺς ἱεροὺς ἀποστόλους προσαγορεύσας, θάλασσαν ὀνομάζει τὰ ἔθνη τῇ τῆς ἀσεβείας πικρότητι κατεχόμενα. Ἀλλὰ καθάπερ ποταμῶν εἰσβαλλόντων

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
