# Interpretatio in xii prophetas minores 81.1837

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1837

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΣΟΦΟΝΙΑΝ. ΥΠΟΘΕΣΙΣ. Μετὰ τὸν Ἐζεκίαν τὸν εὐσεβῆ καὶ θεοφιλῆ βασιλέα, ὁ τούτου παῖς Μανασσῆς βασιλεύσας εἰς ἔσχατον ἤλασεν ἀσεβείας· καὶ μέντοι καὶ τὸν λαὸν εἰς παρανομίαν καὶ θεραπείαν εἰδώλων ἐξοκεῖλαι πεποίηκε. Καὶ ὁ τούτου δὲ υἱὸς Ἀμὼν, ὀλίγον βασιλεύσας χρόνον, τῇ μὲν δυσσεβείᾳ τοῦ πατρὸς ἠκολούθησε, τὴν ἐκείνου δὲ μετάνοιαν οὐκ ἐζήλωσεν· ἀλλ' ὁμοίως καὶ αὐτὸς εἰς πᾶν εἶδος κακίας ἐπαιδοτρίβησε τὸν λαόν. Ἐκ τούτου φὺς ὁ τρισμακάριος Ἰωσίας, τὴν ἐναντίαν τούτοις ἐκ διαμέτρου πορείαν ἠσπάσατο, καὶ διὰ πάσης ὥδευσε θεοσεβείας καὶ ἀρετῆς, τὴν τοῦ Θεοῦ θεραπείαν πάντων ὁμοῦ προαιρούμενος. Ἐπὶ τούτου τήνδε τὴν προφητείαν ὁ θεσπέσιος ἐποιήσατο Σοφονίας· καὶ ὁ θειότατος δὲ Ἱερεμίας ἐν ἔτει τρίτῳ καὶ δεκάτῳ τῆς τούτου βασιλείας τοῦ προφητεύειν ἤρξατο. Προλέγει δὲ ὁ θαυμάσιος οὗτος προφήτης τὰ συμβησόμενα τῇ τε Ἱερουσαλὴμ, καὶ τῇ Ἰούδα φυλῇ· προαγορεύει δὲ καὶ τοῖς γειτονεύουσιν αὐτοῖς Ἀλλοφύλοις ἀνιαρὰ, καὶ τοῖς Ἀσσυρίοις δὲ προθεσπίζει πανωλεθρίαν. Εἶτα τοῦ λαοῦ τὴν ἀνάκλησιν προμηνύει, καὶ τὴν ἐσομένην πᾶσι τοῖς ἔθνεσι μετὰ τὴν Δεσποτικὴν ἐνανθρώπησιν σωτηρίαν. Ἡ μὲν οὖν ὑπόθεσις ἐν κεφαλαίῳ τῆς προφητείας αὕτη· ἄρχεται δὲ τῆς προῤῥήσεως οὕτως· ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. αʹ—γʹ. «Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Σοφονίαν, τὸν τοῦ Χουσὶ, υἱοῦ Γοδολίου, τοῦ Ἀμαρίου, τοῦ Ἐζεκίου, ἐν ἡμέραις Ἰωσίου υἱοῦ Ἀμὼν βασιλέως Ἰούδα. Ἐκλείψει ἐκλιπέτω πάντα ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος. Ἐκλιπέτω ἄνθρω-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
