# Interpretatio in xii prophetas minores 81.1840

Theodoretus, Interpretatio in xii prophetas minores, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xii-prophetas-minores/81.1840

πος, καὶ κτήνη· ἐκλειπέτω τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ οἱ ἰχθύες τῆς θαλάσσης.» Καὶ δεικνὺς τῆς προφητείας τὸ δίκαιον, ἐπάγει· «Καὶ τὰ σκάνδαλα σὺν τοῖς ἀσεβέσι· καὶ ἐξαρῶ τοὺς ἀνόμους ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος.» Τῆς γὰρ τῶν ἀνθρώπων ἕνεκα δυσσεβείας τε καὶ παρανομίας, καὶ τὰ διὰ τούτους γεγενημένα, καὶ εἰς τὴν τούτων χρείαν πεποιημένα τῶν ἀλόγων γένη καταναλώσω. Ὥσπερ γὰρ εἰς θεραπείαν αὐτῶν, καὶ πτηνὰ, καὶ νηκτὰ, καὶ κτήνη πεποίηκα· οὕτως σὺν αὐτοῖς καὶ ταῦτα διαφθερῶ. Περιττὴ γὰρ τούτων ἡ χρεία, τῶν ἀπολαυόντων οὐκ ὄντων. Καὶ διδάσκων τίσι χαλεπαίνει, καὶ κατὰ τίνων ὀργίζεται, ἐπιφέρει· δʹ, εʹ. «Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ Ἰούδα, καὶ ἐπὶ πάντας τοὺς κατοικοῦντας Ἱερουσαλήμ· καὶ ἐξαρῶ ἐκ τοῦ τόπου τούτου τὰ ὀνόματα τῶν Βααλεὶμ, καὶ τὰ ὀνόματα τῶν ἱερέων μετὰ τῶν ἱερῶν. Καὶ τοὺς προσκυνοῦντας ἐπὶ τὰ δώματα τῇ στρατιᾷ τοῦ οὐρανοῦ.» Ὁ κατάλογος τῶν ἁμαρτημάτων ἔδειξε τῶν τιμωρημάτων τὸ δίκαιον· φιλανθρωπίας γὰρ καὶ ἡ τιμωρία μεστή· ἀπαλλαγὴν γὰρ ὑπισχνεῖται τῆς πλάνης, καὶ λήθην οὐ μόνον τῆς τῶν εἰδώλων θεραπείας, ἀλλὰ καὶ αὐτῆς αὐτῶν τῆς προσηγορίας. Στρατιὰν δὲ οὐρανοῦ προσηγόρευσε τῶν κατ' οὐρανὸν φωστήρων τὴν τάξιν· τούτοις γὰρ ἐπὶ τῶν δωμάτων τὰς θυσίας προσέφερον, ἀκριβέστερον αὐτοὺς ὁρᾷν ἐφιέμενοι. «Καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ Κυρίου, καὶ τοὺς ὀμνύοντας κατὰ Μελχὼμ· (ϛʹ.) καὶ τοὺς ἐκκλίνοντας ἀπὸ τοῦ Κυρίου, καὶ τοὺς μὴ ζητοῦντας τὸν Κύριον, καὶ τοὺς μὴ ἀντεχομένους τοῦ Κυρίου.» Ἴσως ἄν τις ζητήσειε, τίνος χάριν δι' ἑτέρου προφήτου ἐξᾶραι μὲν τὰ Βααλεὶμ ἐκ τοῦ στόματος παρεγγυᾷ, ὀμόσαι δὲ, Ζῇ Κύριος, μετὰ ἀληθείας, παρακελεύεται, ἐνταῦθα δὲ τιμωρίαν ἀπειλεῖ τοῖς κατὰ τοῦ Κυρίου ὀμνύουσιν. Ἀλλ' αὐτίκα τὴν λύσιν ῥᾴδιον εὑρεῖν. «Τοὺς ὀμνύοντας γὰρ, φησὶ, κατὰ τοῦ Κυρίου, καὶ τοὺς ὀμνύοντας κατὰ Μελχώμ.» Εἴδωλον δὲ τοῦτο Ἀμμανιτῶν ἦν, ὥς γε καὶ παρὰ τοῖς ἄλλοις προφήταις εὑρίσκομεν, καὶ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν. «Ἐλάτρευσε γὰρ, φησὶ, Σολομὼν τῇ Ἀστάρτῃ βασιλίσσῃ Σιδωνίων, καὶ τῷ Μελχὼμ εἰδώλῳ υἱῶν Ἀμμών.» Ἀπειλεῖ τοίνυν κόλασιν τοῖς κατὰ ταυτὸν κατά τε τοῦ ἀληθῶς Θεοῦ καὶ Κυρίου, κατά τε τῶν εἰδώλων ὀμνύουσιν· ὥστε συμβαίνουσιν ἀλλήλαις αἱ προφητεῖαι. Καὶ γὰρ ἐν ἐκείνῃ λέγει· «Ἐὰν ἐξάρῃς τὰ Βααλεὶμ ἐκ τοῦ στόματός σου, καὶ ὀμόσῃς, Ζῇ Κύριος, μετὰ ἀληθείας·» καὶ ἐνταῦθα ὅμως ἐγκαλεῖ τοῖς δουλεύειν μὲν τῷ Θεῷ προσποιουμένοις, τὴν δὲ τῶν εἰδώλων θεραπείαν προαιρουμένοις. Οὕτως ἀπειλήσας τὰ ἀλγεινὰ, κεράννυσι παραινέσει τὴν ἀπειλὴν, ἵνα μὴ ἀπογνόντες τὴν σωτηρίαν εἰς χαλεπωτέραν ἐξοκείλωσι πονηρίαν.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg029.local001/.
